Ancient Greek
Book 4
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.196
Not analysed yet
Φευγέτω δὲ ἡ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ὅσα μὲν ἔπραξε Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω. σχεδὸν γὰρ ὁ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προθέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.