# Περὶ ἑρμηνείας 4.203-210

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 4.203 to 4.210. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/4.203

Περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν, καὶ μάλιστα ἐν τοῖς ἰσχνοῖς αὐτῇ λόγοις χρηστέον. Φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων· μεγαλοπρεπὲς γὰρ πᾶν μῆκος, ὥσπερ καὶ ἐπὶ τῶν μέτρων τὸ ἑξάμετρον ἡρωϊκὸν καλεῖται ὑπὸ μεγέθους καὶ πρέπον ἥρωσιν, ἡ κωμῳδία δὲ συνέσταλται εἰς τὸ τρίμετρον ἡ νέα. Τὰ πολλὰ οὖν κώλοις τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμμασιν, ὥσπερ ὁ μὲν Πλάτων φησί, κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος· πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχίνης δὲ ἐκαθήμεθα μέν, φησίν, ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν. Ἐχέτω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα· αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους καὶ τὰ ἑξῆς. Φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων· ὀγκηρὸν γὰρ πᾶσα ἔκτασις. καὶ εἴ που βραχέα συγκρουστέον βραχέσιν, ὡς πάντα μὲν τὰ νέα καλά ἐστιν, ἢ βραχέα μακροῖς, ὡς ἠέλιος, ἢ ἁμῶς γέ πως διὰ βραχέων· καὶ ὅλως ἐμφαίνεται εὐκαταφρόνητος ὁ τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, κἀπ’ αὐτὰ ταῦτα πεποιημένος. Φευγέτω δὴ καὶ τὰ σημειώδη σχήματα· πᾶν γὰρ τὸ παράσημον ἀσύνηθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα ὁ χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐναργείας οὖν καὶ περὶ πιθανότητος λεκτέον. Πρῶτον δὲ περὶ ἐναργείας· γίνεται δ’ ἡ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδ’ ἐκτέμνειν, οἷον ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς καὶ πᾶσα αὕτη ἡ παραβολή· τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἰρῆσθαι τὰ συμβαίνοντα, καὶ μὴ παραλελεῖφθαι μηδέν. Καὶ ἡ ἱπποδρομία δὲ ἡ ἐπὶ Πατρόκλῳ, ἐν οἷς λέγει, πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον, καὶ αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην. πάντα ταῦτα ἐναργῆ ἐστιν ἐκ τοῦ μηδὲν παραλελεῖφθαι τῶν τε συμβαινόντων καὶ συμβάντων.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
