Ancient Greek
4.211 to 4.212
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.211-212
Not analysed yet
Ὥστε πολλάκις καὶ ἡ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον, ἢ τὸ ἅπαξ λέγειν, ὥσπερ τὸ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν ἀποθανόντα γράφεις κακῶς. δὶς γὰρ κείμενον τὸ κακῶς ἐναργεστέραν σημαίνει τὴν βλασφημίαν. Ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός· τίθεται γὰρ ταὐτὸ διὰ τὸ πολλάκις ποιεῖν ἔμφασιν πλείονα.