Ancient Greek
4.217 to 4.221
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.217-221
Not analysed yet
Γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροίκου βαδίζοντος ἔφη τις, ὅτι πρόσωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν ὁ κτύπος προσιόντος, ὡς οὐδὲ βαδίζοντος, ἀλλ’ οἷόν γε λακτίζοντος τὴν γῆν. Ὅπερ δὲ ὁ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους, ἐρυθριάσας ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ καταφανῆ αὐτὸν γενέσθαι, ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον· ἡ δ’ ἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ τοῦ ἀπομνημονεῦσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν ὁ Ἱπποκράτης. Κακοφωνία δὲ πολλάκις, ὡς τὸ κόπτ̓, ἐκ δ᾽ ἐγκέφαλος, καὶ πολλὰ δ’ ἄναντα, κάταντα· μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν· πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει. Καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξενηνέχθαι, ὥσπερ τὸ λάπτοντες. εἰ δὲ πίνοντες εἶπεν, οὔτ’ ἐμιμεῖτο πίνοντας τοὺς κύνας, οὔτε ἐνάργεια ἄν τις ἐγίνετο. καὶ τὸ γλώσσῃσι δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν τοσαῦτα. Τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἐν τε τῷ σαφεῖ καὶ συνήθει· τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνηθες ἀπίθανον· λέξιν τε οὖν οὐ τὴν περιττὴν οὐδὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές.