Ancient Greek
4.223 to 4.225
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.223-225
Not analysed yet
Ἐπεὶ δὲ καὶ ὁ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου. Καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευάσθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν· ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, ἡ δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά. Τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ ὁ Ἀριστοτέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· εἰ δὲ πρὸς ἁπάσας οἴχεται γᾶς φυγὰς οὗτος, ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βουλομένοις οὐδεὶς φθόνος· ὁ γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυμένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι.