# Περὶ ἑρμηνείας 4.226

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/4.226

Καὶ λύσεις συχναὶ ὁποῖαι οὐ πρέπουσιν ἐπιστολαῖς· ἀσαφὲς γὰρ ἐν γραφῇ ἡ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει· καὶ μικρὸν προελθὼν ἐπιφέρει, ἀλλά μοι ξένος τις φαίνεται εἶναι, ᾧ διελέγου· τίς ἦν; ἡ γὰρ τοιαύτη πᾶσα ἑρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέποι μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
