# Περὶ ἑρμηνείας 5.241-247

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 5.241 to 5.247. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/5.241

Κατὰ δὲ τὴν σύνθεσιν ὁ χαρακτὴρ οὗτος γίνοιτ̓ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων· τὸ γὰρ μῆκος ἐκλύει τὴν σφοδρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον· παράδειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον, Διονύσιος ἐν Κορίνθῳ· εἰ δὲ ἐξέτειναν αὐτό, Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα, διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας. Κἀν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες· δεινότερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκετεύειν πρέπει καὶ αἰτεῖν. Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητας, ὅτι ἐμφερῆ ταῖς βραχυλογίαις· καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων· οὕτως καὶ τὸ χαμόθεν οἱ τέττιγες ὑμῖν ᾅσονται δεινότερον ἀλληγορικῶς ῥηθέν, ἢ εἴπερ ἁπλῶς ἐρρήθη, τὰ δένδρα ὑμῶν ἐκκοπήσεται. Τάς γε μὴν περιόδους ἐσφίγχθαι μάλα δεῖ κατὰ τὸ τέλος· ἡ γὰρ περιαγωγὴ δεινόν, ἡ δὲ λύσις ἁπλούστερον καὶ χρηστοηθείας σημεῖον, καθάπερ ἡ ἀρχαία πᾶσα ἑρμηνεία· ἁπλοϊκοὶ γὰρ οἱ ἀρχαῖοι. Ὥστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν, ἔχονται μάλιστα οὗ εἴρηκα ῥυθμοῦ. Ποιεῖ δέ τινα καὶ ἡ βία κατὰ τὴν σύνθεσιν δεινότητα· δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παράδειγμα τὸ Δημοσθενικὸν τὸ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι. Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, λέγων, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν· τῇ γὰρ περισσοτεχνίᾳ, μᾶλλον δὲ κακοτεχνίᾳ, προσέχων ὁ ἀκροατὴς ἔξω γίνεται θυμοῦ παντός.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
