# Περὶ ἑρμηνείας 5.269-276

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 5.269 to 5.276. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/5.269

Μάλιστα δὲ πάντων ἰστέον τὴν διάλυσιν δεινότητος ἐργάτιν, οἷον πορεύεται διὰ τῆς ἀγορᾶς τὰς γνάθους φυσῶν, τὰς ὀφρῦς ἐπηρκώς, ἴσα βαίνων Πυθοκλεῖ· εἰ γὰρ συναφθῇ ταῦτα συνδέσμοις, πρᾳότερα ἔσται. Λαμβάνοιτ’ ἂν καὶ ἡ κλῖμαξ καλουμένη, ὥσπερ Δημοσθένει τὸ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδ’ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ’ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους· σχεδὸν γὰρ ἐπαναβαίνοντι ὁ λόγος ἔοικεν ἐπὶ μειζόνων μείζονα· εἰ δὲ οὕτως εἴποι τις ταῦτα, εἰπὼν ἐγὼ καὶ γράψας ἐπρέσβευσά τε καὶ ἔπεισα Θηβαίους, διήγημα ἐρεῖ μόνον, δεινὸν δὲ οὐδέν. Καθόλου δὲ τῆς λέξεως τὰ σχήματα καὶ ὑπόκρισιν καὶ ἀγῶνα παρέχει τῷ λέγοντι, μάλιστα τὸ διαλελυμένον, τοῦτ’ ἔστι δεινότητα. καὶ περὶ μὲν τῶν σχημάτων ἀμφοτέρων τοσαῦτα. Λέξις δὲ λαμβανέσθω πᾶσα, ὅση καὶ ἐν τῷ μεγαλοπρεπεῖ χαρακτῆρι, πλὴν οὐκ ἐπὶ τὸ αὐτὸ τέλος· καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν, ὡς τὸ τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ’ ὑμῶν. Καὶ εἰκασίας λέγοντα, ὡς τὸ Δημοσθένους, τοῦτο τὸ ψήφισμα τὸν τότ’ ἐπιόντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος. Αἱ παραβολαὶ δὲ τῇ δεινότητι οὐκ ἐπιτήδειαι διὰ τὸ μῆκος, οἷον τὸ ὥσπερ δὲ κύων γενναῖος, ἄπειρος, ἀπρονοήτως ἐπὶ κάπρον φέρεται· κάλλος γὰρ καὶ ἀκρίβειά τις ἐν τούτοις ἐμφαίνεται, ἡ δὲ δεινότης σφοδρόν τι βούλεται καὶ σύντομον, καὶ ἐγγύθεν πλήττουσιν ἔοικεν. Γίνεται δὲ καὶ ἐκ συνθέτου ὀνόματος δεινότης, ὥσπερ καὶ ἡ συνήθεια συντίθησιν δεινῶς πολλά, τὴν χαμαιτύπην καὶ τὸν παραπλῆγα καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ παρὰ τοῖς ῥήτορσι δὲ πολλὰ ἄν τις εὕροι τοιαῦτα. Πειρᾶσθαι δὲ τὰ ὀνόματα πρεπόντως λέγειν τοῖς πράγμασιν, οἷον ἐπὶ μὲν τοῦ βίᾳ καὶ πανουργίᾳ δράσαντος διεβιάσατο, ἐπὶ δὲ τοῦ βίᾳ καὶ φανερῶς καὶ μετὰ ἀπονοίας ἐξέκοψεν, ἐξεῖλεν, ἐπὶ δὲ τοῦ δολίως καὶ λαθραίως ἐτρύπησεν ἢ διέφυγεν, ἢ εἴ τι τοιοῦτον πρόσφορον τοῖς πράγμασιν ὄνομα.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
