Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.281
Not analysed yet
Τάχα δὲ καὶ ὁ εὐφημισμὸς καλούμενος μετέχοι τῆς δεινότητος, καὶ ὁ τὰ δύσφημα εὔφημα ποιῶν, καὶ τὰ ἀσεβήματα εὐσεβήματα, οἷον ὡς ὁ τὰς Νίκας τὰς χρυσᾶς χωνεύειν κελεύων καὶ καταχρῆσθαι τοῖς χρήμασιν εἰς τὸν πόλεμον οὐχ οὕτως εἶπεν προχείρως, ὅτι κατακόψωμεν τὰς Νίκας εἰς τὸν πόλεμον· δύσφημον γὰρ ἂν οὕτως καὶ λοιδοροῦντι ἐοικὸς ἦν τὰς θεάς, ἀλλ’ εὐφημότερον, ὅτι συγχρησόμεθα ταῖς Νίκαις εἰς τὸν πόλεμον· οὐ γὰρ κατακόπτοντι τὰς Νίκας ἔοικεν οὕτως ῥηθέν, ἀλλὰ συμμάχους μεταποιοῦντι.