# Περὶ ἑρμηνείας 5.282-287

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 5.282 to 5.287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/5.282

Δεινὰ δὲ καὶ τὰ Δημάδεια, καίτοι ἴδιον καὶ ἄτοπον τρόπον ἔχειν δοκοῦντα, ἔστι δὲ αὐτῶν ἡ δεινότης ἔκ τε τῶν ἐμφάσεων γινομένη, καὶ ἐξ ἀλληγορικοῦ τινος παραλαμβανομένου, καὶ τρίτον ἐξ ὑπερβολῆς. Οἷόν ἐστι τὸ οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθηναῖοι· ὦζεν γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ. τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφαντικὸν τῆς δυνάμεως τῆς Ἀλεξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν. Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ὅτι τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα, ἀλλ’ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γράφων, καὶ τὸ ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ. Καὶ ἀλλαχοῦ που, πόλιν, οὐ τὴν ἐπὶ προγόνων τὴν ναύμαχον, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφῶσαν· τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη, καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς· τὸ δὲ πτισάνην ῥοφῶσαν, ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα. Περὶ μὲν οὖν τῆς Δημαδείου δεινότητος ἀρκεῖ τοσαῦτα, καίτοι ἐχούσης τι ἐπισφαλὲς καὶ οὐκ εὐμίμητον μάλα· ἔνεστι γάρ τι καὶ ποιητικὸν τῷ εἴδει, εἴ γε ποιητικὸν ἡ ἀλληγορία καὶ ὑπερβολὴ καὶ ἔμφασις, ποιητικὸν δὲ μικτὸν κωμῳδίας. Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ οἱ νῦν ῥήτορες γελοίως ποιοῦσιν καὶ μετὰ ἐμφάσεως ἀγεννοῦς ἅμα καὶ οἷον ἀναμνηστικῆς, ἀληθινὸν δὲ σχῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγόμενον, εὐπρεπείας καὶ ἀσφαλείας.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
