# Περὶ ἑρμηνείας 5.288

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/5.288

Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκράτους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαπλεύσαντας ὡς τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν· λοιδορία γὰρ ἦν ὁ λόγος· εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον. ἐρωτηθεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ, φησίν, ἐν Αἰγίνῃ γὰρ ἦσαν· πάντα γὰρ τὰ προειρημένα ἐμφαίνεται τῷ ἐν Αἰγίνῃ ἦσαν· καὶ πολὺ δεινότερος ὁ λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι ὁ Πλάτων ἐλοιδόρησεν.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
