# Περὶ ἑρμηνείας 5.296

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/5.296

Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν ὁ μέν τις κύνα ἔπλασεν, ὁ δὲ βοῦν, ὁ δὲ ἵππον, οὕτω καὶ πρᾶγμα ταὐτὸν ὁ μέν τις ἀποφαινόμενος καὶ κατηγορῶν φησιν, ὅτι οἱ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολείπουσιν, τὴν χρησομένην τοῖς ἀπολειφθεῖσιν· τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστίππειον λέγεται· ἕτερος δὲ ταὐτὸν ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, οἷον ὅτι δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
