# demetrius_de_eloc_roberts 122.5-124.8

Demetrius, demetrius_de_eloc_roberts, 122.5 to 124.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/122.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/122.5

62 Καὶ σχεδὸν ἅπαξ τοῦ Νιρέως ὀνομασθέντος ἐν τῷ δράματι μεμνήμεθα οὐδὲν ἧττον ἢ τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως, καίτοι κατ’ ἔπος ἑκάστον λαλουμένων σχεδόν. αἰτία δ’ ἢ τοῦ σχήματος δύναμις· εἰ δ’ οὕτως εἴπεν, ‘Νιρεὺς ὁ Ἀγλαΐας υἱὸς ἐκ Σύμης τρεῖς νῆας ἤγεν,’ παρασεσιωπηκὸτι ἐφύκει τὸν Νιρέα· ὥσπερ γὰρ ἐν ταῖς Νιρεὺς αὐ Σῦμηθεν ἄγε τρεῖς νῆας ἔσσας, Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόπιοῦ τ’ ἀνακτος, Νιρεὺς δὲ κάλλιστος ἄνηρ ὑπὸ “Ἰλιον ἦλθεν τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ἑστιάσει τὰ ὀλίγα διαταχθέντα πως πολλὰ φαίνεται, οὕτω κἂν τοῖς λόγοις. 63 Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ‘ἑστρατεύοντο Ἕλληνες τε καὶ Κάρες καὶ Δύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες.’ ἡ γὰρ τοῦ αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος. 64 Τὸ δὲ τοιοῦτο ‘κυρτά, φαληριώοντα,’ τῇ ἐξαιρέσει τοῦ ‘καὶ’ συνδέσμου μεγαλειώτερον ἄπεβη μᾶλλον, ἢ εἰ εἶπεν, ‘κυρτὰ καὶ φαληριώοντα.’ 65 [Τὸ] μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασι τὸ μηδὲ | ἐπὶ τῆς αὐτῆς μένειν πτώσεως, ὡς Θουκυδίδης, ‘καὶ πρῶτος ἀποβαίνων ἐπὶ τὴν ἀποβάθραν ἐλειψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξείρεσίαν.’ πολὺ γὰρ οὕτως μεγαλειώτερον, ἢ εἴπερ ἐπὶ τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ‘ἔπεσεν ἐς τὴν παρεξείρεσίαν καὶ ἀπέβαλε τὴν ἀσπίδα.’ 66 Καὶ ἀναδίπλωσις δ’ ἑπους εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος ‘δράκοντες δέ που,’ φησίν, ‘ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος, καὶ μέγεθος καὶ πλῆθος.’ δις ῥηθὲν τὸ ‘μέγεθος’ ὀγκόν τινα τῇ ἐρμηνείᾳ παρέσχε. 67 Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ παρεμφαίνον τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἄρχαιοι πολλὰ σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι. 68 Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσοκράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτά, καὶ οἱ ἀπ’ αὐτοῦ, ἄλλοι δὲ τινες ὡς ἔτυχε συνέ-

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
