# demetrius_de_eloc_roberts 134.4-136.5

Demetrius, demetrius_de_eloc_roberts, 134.4 to 136.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/134.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/134.4

85 Ἐνιοὶ δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερομένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσι, ὡς ὁ Θέογνις παρατίθεται τῷ τόξῳ ‘φόρμιγγα ἄχορδον’ ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος· ἡ μὲν γὰρ φόρμιγξ κινδυνώδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἄχορδῳ ἠσφάλισται. 86 Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μεταφορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λανθάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκὴν τε φωνὴν λέγουσα | καὶ ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἆλλα, ὅσα οὕτω μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις. 87 Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς συνήθειας τέχνην εἴτε φύσιν. οὕτω γοῦν ἔνια μετήνεγκεν ἡ συνήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἐτι ἐδεήθμεν, ἀλλὰ μεμένηκεν ἡ μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ‘ὁ τῆς ἀμπέλου ὀφθαλμός’ καὶ εἴ τι ἕτερον τοιούτον. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 88. Σφόνδυλος μέντοι καὶ κλεῖς τὰ ἐπὶ τοῦ σώματος, καὶ κτένες, οὐ κατὰ μεταφορὰν ὀνόμασταί, ἀλλὰ καθ' ὁμοιότητα διὰ τὸ ἐοικέναι τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ. 89. Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφορὰν, ὡς προλέλεκται, στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ 'ὡσπερ' προτιθέναι, ἐπεὶ τοῦ ἀντ' εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ Ξενοφῶντος, 'ὡσπερ δὲ κύων γενναῖος ἀπρονόητως ἐπὶ κάπρον φέρεται,' καὶ 'ὡσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυριῶν καὶ ἀπολακτίζων' ταῦτα γὰρ οὐκ εἰκασίαις ἐπὶ ἔοικεν, ἀλλὰ παραβολαῖς ποιητικαῖς. 90. Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥαδίως ἐν τοῖς πεζοῖς λόγοις τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν τοσαῦτα ὡς τύπῳ εἰπεῖν. 91. Δηπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκείμενα, οἷον 'θεοτεράτους πλάνας,' οὐδὲ 'ἄστρων δορύπυρον στρατόν,' ἀλλ' ἐοικότα τοῖς ὑπὸ τῆς συνήθειας συγκειμένοις· καθόλου γὰρ ταύτην κανόνα ποιούμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν καὶ ἀρχιτέκτονας, καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν.

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
