# demetrius_de_eloc_roberts 150.3-151.3

Demetrius, demetrius_de_eloc_roberts, 150.3 to 151.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/150.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/150.3

123. Οὕτως μὲν δὴ ἐξέστω καὶ τὸ μικρὸν κατορθῶμα ἐξαιρεῖν μέγα, οὐ μὴν ὥστε ἀπρεπὲς τι ποιεῖν, ἀλλ’ ὥσπερ καὶ τὸ μέγα κατασμικρύνεται χρησίμως πολλάκις, οὕτως ἂν καὶ τὸ μικρὸν ἐξαιροῖτο. 124. Μάλιστα δὲ ἡ ὑπερβολὴ ψυχρότατον πάντων. τριττὴ δέ ἐστιν· ἢ γὰρ καθ’ ὁμοιότητα ἐκφέρεται, ὡς τὸ ‘θέειν δ’ ἀνέμοισιν ὁμοῖοι,’ ἢ καθ’ ὑπεροχὴν, ὡς τὸ ‘λευκότεροι χιόνος,’ ἢ κατὰ τὸ ἀδύνατον, ὡς τὸ ‘οὐρανῷ ἐστήριξε κάρη.’ 125. Πᾶσα μὲν οὖν ὑπερβολὴ ἀδύνατός ἐστιν· οὔτε γὰρ ἂν χιόνος λευκότερον γένοιτο, οὔτ’ ἂν ἀνέμῳ θέειν ὁμοῖον. αὕτη μέντοι ἡ ὑπερβολή, ἡ εἰρημένη, ἐξαιρετῶς ὀνομάζεται ἀδύνατος. διὸ δὴ καὶ μάλιστα ψυχρὰ δοκεῖ πᾶσα ὑπερβολή, διότι ἀδυνάτῳ ἐοικεν. 126. Διὰ τοῦτο δὲ μάλιστα καὶ οἱ κωμωδοποιοὶ χρῶνται αὐτῇ, ὅτι ἐκ τοῦ ἀδύνατου ἐφέλκονται τὸ γελωόν, ὥσπερ ἐπὶ τῶν Περσῶν τῆς ἀπληστίας ὑπερβαλλομένους νήπιοι, οὐδὲ ἴσασιν ὅσω πλέον ἡμῖσι παντός. τοῦ δὴ καλλίστους ἵππους ἰδον ἥδε μεγίστους· λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι, κτλ. οὐρανῷ ἐστήριξε κάρην, καὶ ἐπὶ χθονὶ βαίνει. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ τις ἔφη, ὅτι ‘πεδία ἐξέχεον ὅλα,’ καὶ ὅτι ‘βοῦς ἐν ταῖς γνάθοις ἔφερον.’

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
