# demetrius_de_eloc_roberts 158.4-162.1

Demetrius, demetrius_de_eloc_roberts, 158.4 to 162.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/158.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/158.4

140. Αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δηλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοί, οἷον ἐκ τῆς ἀναδιπλώσεως, ὅπου νύμφη πρὸς τὴν παρθενίαν φησί, ‘παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχη;’ ἡ δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι, ‘οὐκέτι ἥξω πρὸς σέ, οὐκέτι ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ἡξέω· πλείων γὰρ χάρις ἐμφαίνεται, ἢ εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἡ ἀναδίπλωσις πρὸς δεινότητα μᾶλλον δοκεῖ εὑρήσθαι, ἢ δὲ καὶ τοῖς δεινοτάτοις καταχρῆται ἐπιχαρίτως. 141. Χαρικεντίζεται δὲ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, “Ἑσπερε, πάντα φέρεις,” φησί, ‘φέρεις δὖν, φέρεις αἴγα, φέρεις ματέρι παῖδα.’ καὶ γὰρ ἐνταῦθα ἡ χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς ‘φέρεις’ ἐπὶ τὸ αὐτὸ ἀναφερομένης. 142. | Πολλὰς δ’ ἂν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἢ ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος, ‘πτερύγων δ’ ὑποκακχέει λιγυρὰν ἀοιδάν, ὅ τι ποτ’ ἂν φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ.’ 143. ἢ ἐκ συνθέτου [τοῦ] ὀνόματος καὶ διθυραμβικοῦ, ‘δέσποτα Πλούτων μελανοπτερύγων, τοῦτὶ δεινὸν πρὸ πτερύγων αὐτὸποίησον.’ ἀ μάλιστα δὴ κωμωδικὰ παίγνια ἐστὶ καὶ σατυρικά. 144. Καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίνεται, ὡς ὁ Ἀριστοτέλης, ‘ὅσῳ γάρ,’ φησί, ‘μονώτης εἰμί, φιλο-μυθότερος γέγονα.’ καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ, ‘ὅσῳ γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυ-θότερος γέγονα.’ τὸ μὲν γὰρ ‘μονώτης’ ἰδιωτικώτερον ἔθους ἤδη ἐστί, τὸ δὲ ‘αὐτίτης’ πεποιημένον ἐκ τοῦ αὐτός. 145. Πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπὶ τινος χαριέντά ἐστιν, οἷον ‘ὁ γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ καὶ κόβαλος.᾽ ἐνταῦθα ἡ χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἕθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται χάριτες παρ᾽ αὐτὰς τὰς λέξεις.

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
