# demetrius_de_eloc_roberts 162.3-164.4

Demetrius, demetrius_de_eloc_roberts, 162.3 to 164.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/162.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/162.3

146. Ἐκ δὲ παραβολῆς καὶ ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς ἡ Σαπφώ φησι, πέρροχος ὡς ὅτ᾽ ἀοιδὸς ὁ Λέσβιος ἀλλοδαποῖσιν. ἐνταῦθα γὰρ χάριν ἐποίησεν ἡ παραβολὴ μᾶλλον ἢ μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὡςπερ ἡ σελήνη τῶν ἄλλων ἀστρῶν, ἢ ὁ ἥλιος ὁ λαμπρότερος, ἢ ὅσα ἄλλα ἐστὶ ποιητικώτερα. 147. Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί, ‘θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοῖ παιδες τοὺς ἄνδρας βαλλίζοντι, οἷον περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ.’ καὶ γὰρ ἐνταῦθα ἐπίχαρις ἡ παραβολὴ ἐστι, καὶ τοὺς Τρῶας διαπαίζουσα ὡςπερ παῖδας. 148. Ἔστι δέ τις ἴδιος χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰπούσα μεταβάλλῃται καὶ ὡςπερ μετανόηση, οἷον ‘ὑψον δή,’ φησί, ‘τὸ μέλαθρον ἀέρατε τέκτονες· γαμβρὸς εἰσέρχεται ἴσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων,’ ὡςπερ ἐπιλαμβανομένη ἑαυτῆς, ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν. 149. Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ Τηλεμάχῳ, ὅτι ‘δύο κύνες δεδέατο πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰπεῖν τῶν κυνῶν. ἀλλὰ τί ἂν μοι βούλοιο ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ τὰ ὀνόματα ταῦτα; καὶ γὰρ οὕτος μεταβαλλόμενος μεταξὺ ἠστεύσατο καὶ ἀποσιγήσας τὰ ὀνόματα. 150 Καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς ὁ Ἀριστοφάνης σκώπτων πον τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν, ἀλλὰ τὸν ἑαυτοῦ νεῶ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν. ὡσπερ γοῦν οὐκέτι ὁ Ζεὺς κωμωδεῖσθαι δοκεῖ, ἀλλ’ Ὅμηρος καὶ ὁ στίχος ὁ Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν ἡ χάρις.

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
