# demetrius_de_eloc_roberts 180.3-7

Demetrius, demetrius_de_eloc_roberts, 180.3 to 180.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/180.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/180.3

190 Ἐπὶ δὲ τοῦ ἰσχυροῦ χαρακτήρος ἔχομεν ἂν καὶ πράγματα ἴσως τινὰ μικρὰ καὶ τῷ χαρακτήρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ, ‘οἰκίδιον ἔστι μοι διπλοῦν, ἵσα ἔχον τὰ ἄνω τοῖς κάτω.’ τὴν δὲ λέξιν εἶναι πᾶσαν χρῆ κυρίαν καὶ συνήθη· μικρότερον γὰρ τὸ συνηθέστερον πάντων, τὸ δὲ ἀσύνθες καὶ μετενηγμένον μεγαλοπρεπές. 191 Καὶ μηδὲ διπλὰ ὀνόματα τιθέναι· τοῦ γὰρ ἐναντίου χαρακτήρος καὶ ταῦτα, μηδὲ μὴν πεποιημένα, μηδ’ ὅσα ἄλλα μεγαλοπρέπειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρῆ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν. 192 Πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἡ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον ἡ λύσις. 193 Ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον ἢ διαλελυμένη λέξις, ἢ δ’ αὕτη καὶ ὑποκριτικὴ καλεῖται· κινεῖ γὰρ ὑπόκρισιν ἡ λύσις. γραφικὴ δὲ λέξις ἡ εὐανάγνωστος. αὕτη δ’ ἐστὶν ἡ συννητημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑποκρίνονται λελυμένον ἐν τοῖς πλείστοις, Φιλήμονα δὲ ἀναγιγνώσκουσιν. 194 Ὅτι δὲ ὑποκριτικὸν ἡ λύσις, παράδειγμα ἐγχείσθω τόδε, ἔδεξάμην, ἔτικτον, ἔκτρέφω, φίλε. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν· εἰ δὲ συνδήσας εἴποις, ‘ἔδεξάμην καὶ ἔτικτον καὶ ἔκτρεφω,’ πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις συνεμβαλεῖς. πᾶνν δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον.

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
