# demetrius_de_eloc_roberts 184.3-186.1

Demetrius, demetrius_de_eloc_roberts, 184.3 to 186.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/184.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/184.3

10 199 Καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ ‘Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι εἰς τὸν Ἰόνιον κόλπον·’ πρῶτον μὲν γὰρ ὀνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ ὅ τούτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς. 15 200 Γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἐμπάλιν, ὡς τὸ ‘Ἔστι πόλις Ἔφύρη.’ οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὔδὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, καθ’ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως. 201 Ἐν δὲ τοῖς διγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς 20 ἀρκεῖτον, ‘Ἐπίδαμνός ἐστι πόλις,’ ἢ ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ ‘λέγεται Ἐπίδαμνον τὴν πόλιν.’ αἱ δὲ ἄλλαι πτώσεις ἀσαφειάν τινα παρέξουσι καὶ βάσανον τῷ τε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι. 202 Πειράσθαι δὲ μὴ εἰς μήκος ἐκτείνειν τὰς περι- 25 αγωγὰς· ‘ὁ γὰρ Ἀχελῶος ρέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στράτον πόλιν ἐπὶ θάλασσαν διέξεισιν·’ ἀλλ’ αὐτόθεν ἀπολῆγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως· ‘ὁ γὰρ Ἀχελῶος ρεῖ μὲν ἐκ Πίνδου ὄρους, ἐξείσιν δὲ εἰς θάλασσαν·’ πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας· ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, ἡ δὲ ἀσημεῖωτος καὶ μονοειδής, κἂν μικρὰ ᾖ, ἀδηλος δοκεῖ.

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
