# demetrius_de_eloc_roberts 190.5

Demetrius, demetrius_de_eloc_roberts, 190.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/190.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/190.5

216. Οἷον καὶ ἐν τοῖς τοιούσδε· δεῖ τὰ γινόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμνῶντα 20 τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν. τοῦτο ὁ Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ὁ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι ἀπέθανεν Κύρος παρὰ τὴν Παρυσάτιν· τοῦτο γὰρ ἡ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσις ἐστιν· ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, 25 ἡ δὲ ἦσθη καὶ ἠγωνίασεν· μετὰ | δὲ τοῦτο ἐρωτᾷ, βασιλεύς 240ᵛ δὲ πῶς πράττει; ὁ δὲ πέφευγέ φησι· καὶ ἡ ὑπολαβοῦσα· Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος· καὶ πάλιν ἐπανερωτᾷ· Κύρος δὲ ποῦ νῦν; ὁ δὲ ἄγγελος ἀμείβεται· ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἀνδρας αὐλίζεσθαι. κατὰ μικρὸν καὶ 30 κατὰ βραχὺ προϊὼν μόλις, τὸ δὴ λεγόμενον, ἀπέρρηξεν αὐτό, μᾶλα ἠθικῶς καὶ ἐναργῶς τὸν τε ἄγγελον ἐμφήνας

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
