# demetrius_de_eloc_roberts 204.7-208.13

Demetrius, demetrius_de_eloc_roberts, 204.7 to 208.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/204.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/204.7

249 Ποητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ τιθέναι τὸ δεινότατον· περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται, καθάπερ τὸ Ἀντισθένους, ‘σχεδὸν γὰρ ὀδυνήσει ἄνθρωπος ἐκ φρυγάνων ἀναστὰς’· εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, ‘σχεδὸν γὰρ ἐκ φρυγάνων ἀναστὰς 5 ἄνθρωπος ὀδυνήσει,’ καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν. 250 Ἡ δὲ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφη, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν, ‘ἔτελεις, ἐγὼ δὲ ἔτελούμην· ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων· ἐτριταγω- 10 νίστεις, ἐγὼ δὲ ἐθεώμην· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον·’ κακοτεχνούντι γὰρ ἔοικεν διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτούντι. 251 Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων ἡ πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτήρσιν οὐκ ἐπιτη- 15 δεῖα οὖσα· συνεχῶς γὰρ τιθεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλῖαμβοι. 252 Ἄμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεὶ τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα. 253 Οὕτω δ’ ἡ συντομία τῷ χαρακτήρι χρήσιμον, 20 ὥστε καὶ ἀποσιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ ὁ Δημοσθένης· ‘ἀλλ’ ἐγὼ μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὕτος δὲ ἐκ περιουσίας κατηγορεῖ.’ σχεδὸν ὁ σιωπήσας ἐνταῦθα δεινότερος παντὸς τοῦ εἰπόντος ἂν. 254 Καὶ νὴ τοὺς θεοὺς σχεδὸν [ἂν] καὶ ἡ ἀσάφεια 25 πολλαχοῦ δεινότης ἐστί· δεινότερον γὰρ τὸ ὑπονοούμενον, τὸ δ’ ἐξαπλωθὲν καταφρονεῖται. 255 Ἔστι δ’ ὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέη τοιαύτης, ὥσπερ 30 τὸ Ὀμηρικόν, τὸ ³ Demosth. de Cor. 3, ἀλλ’ ἐμοὶ μὲν—οὐ βούλομαι δυσχερὲς εἰπεῖν οὐδὲν ἀρχόμενος τοῦ λόγου, οὗτος δ’ ἐκ περιουσίας μου κατηγορεῖ. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ γένετο’ ‘παρεγένετο οὔχί.’ 257 Ἀπολῆγοντες δὲ ποτε καὶ εἰς συνδέσμους τὸν ‘δὲ’ ἢ τὸν ‘τέ·’ καίτοι παραγγέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην· ἀλλὰ πολλαχοῦ χρήσιμος τοιαύτη ἂν γένοιτο, οἷον ‘οὐκ εὐφήμησε μέν, ἀξίων ὄντα, ἥτιμασε δέ,’ ἢ ὡς τὸ ‘Σχοινὸν τε Σκώλον τε,’ ἀλλ᾽ ἐν μὲν τοῖς Ὀμηρικοῖς

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
