# demetrius_de_eloc_roberts 96.3

Demetrius, demetrius_de_eloc_roberts, 96.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius/demetrius-de-eloc-roberts/96.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demetrius/demetrius-de-eloc-roberts/96.3

12. Γένεσις δ’ αὐτῆς ἥδε. τῆς ἐρμηνείας ἡ μὲν ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους ἔχουσα, ὡς ἡ τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδὲν τι ἔλαττον ἢπερ ἡ Ὁμήρου ποίησις δι’ ἐξαμέτρων· ἡ δέ τις διηρημένη ἐρμηνεία καλεῖται, ἡ εἰς κῶλα λελυμένη οὐ μᾶλα ἀλλήλοις συνρητῆμένα, ὡς ἡ Ἐκαταίου, καὶ τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα αὐτῆς, ‘Ἐκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὡς μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοὶ τε καὶ γέλοιοι, ὡς ἐμοὶ φαίνονται, εἰσίν.’ ὥσπερ γὰρ σεσωρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσιν σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντά ἀλλήλοις ὥσπερ ἐν ταῖς περιόδοις.

---

Demetrius, demetrius_de_eloc_roberts. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000993.
