# Testimonia 1.367.2

Democritus, Testimonia, 1.367.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.367.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.367.2

ἤσκει δέ, φησίν ὁ Ἀντισθένης [FHG III 173 n.], καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρμιάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. (39) ἐλθόντα δὴ φησιν αὐτὸν ἐκ τῆς ἀποδημίας ταπεινότατα διάγειν, ἥτε πᾶσαν τὴν οὐσίαν καταναλωκότα· τρέφεσθαι τε διὰ τὴν ἀπορίαν ἀπὸ ταδέλφου Δαμάσου. ὡς δὲ προειπὼν τινα τῶν μελλόντων εὐδοκίμησε, λοιπὸν ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη. νόμου δὲ ὄντος τὸν ἀναλῶσαντα τὴν πατρίων οὐσίαν μὴ ἀξιούσθαι ταφῆς ἐν τῇ πατρίδι, φησίν ὁ Ἀντισθένης, συνέντα, μὴ ὑπεύθυνος γεννηθῆναι πρὸς τινας φθονούντων καὶ συκοφαντούντων, ἀναγνῶναι αὐτοῖς τὸν Μέγαν διάκοσμον, ὃς ἁπάντων αὐτοῦ τῶν συγγραμμάτων προέχει· καὶ πεντακοσίοις ταλάντοις τιμηθῆναι· μὴ μόνον δέ, ἀλλὰ καὶ χαλκαῖς εἰκόσι· καὶ τελευτήσαντα αὐτὸν δημοσίᾳ ταφῆναι. βιώσαντα ὑπὲρ τὰ ἑκατὸν ἔτη. (40) ὁ δὲ Δημήτριος τοὺς συγγενεῖς αὐτοῦ φησιν ἀναγνῶναι τὸν Μέγαν διάκοσμον, ὃν μόνον ἑκατὸν ταλάντων τιμηθῆναι. ταῦτά δὲ καὶ Ἰππόβοτός φησιν.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
