# Testimonia 1.376.3

Democritus, Testimonia, 1.376.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.376.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.376.3

(2) λέγει δὲ ὁμοίως Λευκίππῳ περὶ στοιχεῖων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλήρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν τῷ κενῷ· ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγέθει διαφέροντας. ἐν τισὶ δὲ μὴ εἶναι ἥλιον μηδὲ σελήνην, ἐν τισὶ δὲ μειζῶν τῶν παρ’ ἡμῖν καὶ ἐν τισὶ πλείω. (3) εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα καὶ τῇ μὲν πλείους τῇ δὲ ἐλάττους καὶ τοὺς μὲν αὐξέσθαι τοὺς δὲ ἀκμάζειν. τοὺς δὲ φθίνειν, καὶ τῇ μὲν γίνεσθαι, τῇ δ’ ἐκλείπειν. φθεῖρεσθαι δὲ αὐτοὺς ὑπ’ ἀλλήλων προσπίπτοντας. εἶναι δὲ ἐνίοις κόσμους ἔρήμους ζώων καὶ παντὸς ὑγροῦ. (4) τοῦ δὲ παρ’ ἡμῖν κόσμου πρότερον τὴν γῆν τῶν ἀστρῶν γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας. τοὺς δὲ πλανήτας οὐδ’ αὐτοὺς ἔχειν ἴσον ὕψος. ἀκμάζειν δὲ κόσμον, ἕως ἂν μηκέτι δύνηται ἐξωθὲν τι προσλαμβάνειν.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
