# Testimonia 1.377.4

Democritus, Testimonia, 1.377.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.377.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.377.4

49 Galen. de elem. sec. Hipp. I 2 1 417 K.] ᾿νόμωι γὰρ χροινή. νόμωι πικρόν· νόμωι γλυκύ. ἐτεῖ ὁ᾿ ἄτομον καὶ κενόν᾿ [B 125] ὁ Δ. φησιν ἐκ τῆς συνόδου τῶν ἀτόμων γίνεσθαι νομίζων ἀπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς αἰσθανομένους αὐτῶν. φύσει δὲ οὐδὲν εἶναι λευκὸν ἢ μέλαν ἢ ξανθὸν ἢ ἐρυθρὸν ἢ πικρὸν ἢ γλυκύ· τὸ γὰρ δή ᾿νόμωι᾿ ταῦτό βούλεται τῷ οἴον ᾿νομιστί᾿ καὶ ᾿πρὸς ἡμᾶς᾿, οὐ κατὰ τὴν αὐτῶν τῶν πραγμάτων φύσιν, ὅπερ [δ᾽] αὐ πάλιν ᾿ἑτεῖ᾿ καλεῖ παρὰ τὸ ᾿ἑτεόν᾿, ὅπερ ἀληθὲς δηλοῖ, ποιήσας τοῦνομα. καὶ εἰ ἂν ὁ σύμπας αὐτοῦ νοῦς τοῦ λόγου τοιόσδε· νομίζεται μὲν [τοι] παρὰ τοῖς ἀνθρώποις λευκὸν τι εἶναι καὶ μέλαν καὶ γλυκὺ καὶ πικρόν, κατὰ δὲ τὴν ἀλήθειαν δὲν καὶ μηδὲν ἐστὶ τὰ πάντα [vgl. B 156]· καὶ γὰρ αὐ καὶ τοῦτ᾿ εἴρηκεν αὐτός, ᾿δὲν᾿ μὲν τὰς ἄτομους ὀνομάζων, ᾿μηδὲν᾿ δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμπασαι σώματα οὖσαι σμικρὰ χωρὶς ποιότητων εἰσίν. τὸ δὲ κενὸν χώρα τις, ἐν ᾧ φερόμενα ταυτὶ τὰ σώματα ἄνω τε καὶ κάτω σύμπαντα διὰ παντὸς τοῦ αἰῶνος ἢ περιπλέκεται πως ἀλλήλοις ἢ προσκρούει καὶ ἀποπάλλεται, καὶ διακρίνει δὲ καὶ συγκρίνει πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύτας ὁμιλίας κἄκ τούτου τὰ τε ἄλλα συγκρίματα πάντα ποιεῖ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ παθήματα αὐτῶν καὶ τὰς αἰσθήσεις. ἀπαθὴ δ᾿ ὑποτίθενται τὰ σώματα εἶναι τὰ πρῶτα (τινὲς μὲν αὐτῶν ὑπὸ σκληρότητος ἄθραυστα, καθάπερ οἱ περὶ Ἐπίκουρον [Epicur. p.205.29 U.s.]. ἕνιοι δὲ ὑπὸ σμικρότητος ἀδιαίρετα, καθάπερ οἱ περὶ τὸν Λεύκιππον,· ἀλλ᾿ οὐδ᾿ ἀλλοιοῦσθαι κατὰ τι δυνάμενα ταύτας δή τὰς ἀλλοιώσεις, ἃς ἅπαντες ἄνθρωποι πεπιστεύκασιν εἶναι, διδαχθέντες ὑπὸ τῶν αἰσθήσεων, οἷον οὔτε θερμαίνεσθαι τί ῥασιν ἐκείνων οὔτε ψύχεσθαι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ᾿ ὑγραίνεσθαι οὔτε ξηραίνεσθαι. πολλὸ δὲ δή μᾶλλον ἐτὶ μήτε μελαίνεσθαι μήτε λευκαίνεσθαι μήτ᾿ ἄλλην τινὰ ὅλως ἐπιδέχεσθαι ποιότητα κατὰ μηδεμίαν μεταβολήν.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
