# Testimonia 1.379.2

Democritus, Testimonia, 1.379.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.379.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.379.2

60. Arist. de gen. et inter. A 8. 326ᵃ 9 καίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχὴν φησιν εἶναι Δ. ἕκαστον τῶν ἀδιαιρέτων. de caelo Δ 2. 309ᵃ 1 τοῖς δὲ στερεᾷ [nämlich τὰ πρῶτα λέγουσιν im Gegensatz zu Platon] μᾶλλον ἐνδέχεται λέγειν τὸ μειζόν εἶναι βαρύτερον αὐτῶν. τῶν δὲ συνθέτων, ἐπειδήπερ οὐ φαίνεται τοῦτον ἔχειν ἕκαστον τὸν τρόπον, ἀλλὰ πολλὰ βαρύτερα ὁρῶμεν ἐλάττω τὸν ὄγκον ὄντα καθάπερ ἔριον χαλκόν, ἕτερον τὸ αἴτιον οἴονται τε καὶ λέγουσιν ἕνιοι· τὸ γὰρ κενὸν ἐμπεριλαμβανόμενον κουφίζειν τὰ σώματα φασί καὶ ποιεῖν ἔστιν ὅτε τὰ μειζὼν κουφότερα· πλοῖον γὰρ ἔχει κενόν . . . λέγουσι μὲν οὖν τοῦτον τὸν τρόπον, ἀνάγκη δὲ προσθεῖναι τοῖς οὕτω διορίζουσιν μὴ μόνον τὸ κενὸν ἔχειν πλεῖον, ἂν ᾖ κουφότερον. ἀλλὰ καὶ τὸ στερεὸν ἐλάττον· εἰ γὰρ ὑπερέξει τῆς τοιαύτης ἀναλογίας οὐκ ἔσται κουφότερον. διὰ γὰρ τοῦτο καὶ τὸ πῦρ εἶναί φασί κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν. συμβήσεται οὖν μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν εἶναι κουφότερον, εἰ μὴ καὶ στερεὸν ἔξει πολλαπλασίον· ᵇ34 ἐναντίας δὲ [nämlich τῆς ὀλῆς οὐσίας] 310ᵃ καθάπερ οἱ τὸ κενὸν καὶ πλήρες. οὐκ ἔοικα τὰ μεταξύ τῶν ἀπλῶς βαρέων καὶ κούφων διὰ τίν' αἰτίαν βαρύτερα καὶ κουφώτερα ἀλλήλων καὶ τῶν ἀπλῶν ἐστιν. τὸ δὲ μεγέθει καὶ μικρότητι διορίζειν πεπλασμένωι μὲν ἔοικε μᾶλλον τῶν πρότερον . . . καὶ μήθ' ἀπλῶς εἶναι μηθὲν κούφον μήτε φερόμενον ἄνω ἀλλ' ἢ ὑστερίζον ἢ ἐκθλιβόμενον καὶ πολλὰ μικρὰ ὀλίγων μετάλων βαρύτερα εἶναι.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
