# Testimonia 1.390.1

Democritus, Testimonia, 1.390.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.390.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.390.1

ὁρᾶται πλεῖονα κατὰ τὸν αὐτὸν τόπον, πῶς ἐν τῷ αὐτῷ ἀέρι πλείους ἔσονται τύποι· καὶ πάλιν πῶς ἀλλήλους ὁρᾶν ἐνδέχεται· τοὺς γὰρ τύπους ἀνάγκη συμβάλλειν ἑαυτοῖς, ἑκάτερον ἀντιπρόσωπον ὄντα ἀφ’ ὧν ἐστιν. ὥστε τοῦτο ζητήσιν ἔχει. (53) καὶ πρὸς τούτοι διὰ τί ποτε ἕκαστος αὐτὸς αὐτὸν οὐχ ὁρᾷ· καθάπερ γὰρ τοῖς τῶν πέλας ὁμμασιν οἱ τύποι καὶ τοῖς ἑαυτῶν ἐμφαίνοιντ’ ἂν, ἀλλως τε καὶ εἰ εὐθὺς ἀντιπρόσωποι κείνται καὶ ταῦτὸ συμβαίνει πάθος ὡσπερ ἐπὶ τῆς ἠχοῦς. ἀνακλᾶσθαι γὰρ φησὶ καὶ πρὸς αὐτὸν τὸν φθεγξάμενον τὴν φωνήν. ὅλως δὲ ἄτοπος ἡ τοῦ ἀέρος τύπωσις. ἀνάγκη γὰρ ἐξ ὧν λέγει πάντα ἐναποτυπουθῆσθαι τὰ σώματα καὶ πολλὰ ἐναλλάττειν, ὅ καὶ πρὸς τὴν ὀψιν ἐμπόδιον ἂν εἴη καὶ ἄλλως οὐκ εὐλόγον. ἐπὶ δὲ εἴπερ ἡ τύπωσις διαμένει, καὶ μὴ φανερῶν [ὄντων] μηδὲ πλησιῶν ὄντων τῶν σωμάτων ἔχρην ὁρᾶν εἰ καὶ μὴ νύκτωρ, ἀλλὰ μεσἡμέραν. καίτοι τοὺς γε τύπους οὐχ ἧττον εἰκὸς διαμένειν νυκτὸς, ὅσων ἐμψυχότερος ὁ ἀήρ· (54) ἀλλ’ ἴσως τὴν ἔμφασιν ὁ ἥλιος ποιεῖ καὶ τὸ φῶς ὡσπερ (ἀκτίνα) ἐπιφέρων ἐπὶ τὴν ὀψιν, καθάπερ εἴκοε βούλεσθαι λέγειν. ἐπεὶ τὸ γε τὸν ἥλιον ἀπωθοῦντα ἀφ’ ἑαυτοῦ καὶ ἀποπληττόμενον πυκνοῦν τὸν ἄερα, καθάπερ φησίν, ἄτοπον· διακρίνειν γὰρ πέφυκε μᾶλλον. ἄτοπον δὲ καὶ τὸ μὴ μόνον τοῖς ὁμμασιν, ἀλλὰ καὶ τῷ ἄλλῳ σώματι μεταδιδόναι τῆς αἰσθήσεως. φησὶ γὰρ διὰ τοῦτο κενότητα καὶ ὑγρότητα ἔχειν δεῖν τὸν ὀφθαλμόν, ἵν’ ἐπὶ πλέον δέχηται καὶ τῷ ἄλλῳ σώματι παραδιδῶι. ἄλογον δὲ καὶ τὸ μάλιστα μὲν ὁρᾶν φάναι τὰ ὁμόφυλα, τὴν δὲ ἔμφασιν ποιεῖν τοῖς ἀλλόχρωσιν ὡς οὐκ ἐμφαινομένων τῶν ὁμοίων. τὰ δὲ μεγέθη καὶ τὰ διαστήματα πῶς ἐμφαίνεται, καίπερ ἐπιχειρήσας λέγειν οὐκ ἀποδίδωσιν. (55) περὶ μὲν οὖν ὄψεως ἰδίως ἔνια βουλόμενος λέγειν πλεῖω παραδιδῶσι Ζήτησιν.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
