# Testimonia 1.392.1.1-27

Democritus, Testimonia, 1.392.1.1 to 1.392.1.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.392.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.392.1.1

κενότητος ἐμποιοῦντα· μάλιστα γὰρ θερμαίνεσθαι τὸ πλεῖστον ἔχον κενόν. τὸν δὲ γλυκὺν ἐκ περιφερῶν συρκεῖσθαι σχημάτων κοὐκ ἄγαν μικρῶν· διὸ καὶ διαχεῖν ὅλως τὸ σῶμα καὶ οὐ βιαίως καὶ οὐ ταχὺ πάντα περαίνειν· τοὺς <δ'> ἄλλους ταράττειν, ὅτι διαδύνων πλανᾶι τὰ ἄλλα καὶ ὑγραίνει· ὑγραινόμενα δὲ καὶ ἐκ τῆς τάξεως κινούμενα συρρεῖν εἰς τὴν κοιλίαν· ταύτην γὰρ εὐπορώτατον εἶναι διὰ τὸ ταύτῃ πλεῖστον εἶναι κενόν. 68 τὸν δὲ στρυφνὸν ἐκ μεγάλων σχημάτων καὶ πολυγωνίων καὶ περιφερὲς ἥκιστ' ἔχοντων· ταῦτα γὰρ ὅταν εἰς τὰ σώματα ἔλθῃ, ἐπιτυφλοῦν ἐμπλάττοντα τὰ φλεβία καὶ κωλύειν συρρεῖν· διὸ καὶ τὰς κοιλίας ἰστᾶναι. τὸν δὲ πικρὸν ἐκ μικρῶν καὶ λείων καὶ περιφερῶν τὴν περιφέρειαν εἰληχότα καὶ καυπὰς ἔχουσιν· διὸ καὶ γλισχρὸν καὶ κολλώδη. ἄλμουρὸν δὲ τὸν ἐκ μεγάλων καὶ οὐ περιφερῶν. ἀλλ' ἐπ' ἐνίων μὲν σκαληνῶν, <ἐπὶ δὲ πλείστων οὐ σκαληνῶν>, διὸ οὐδὲ πολυκαμπῶν ·βούλεται δὲ σκαληνὰ λέγειν ἄπερ περιπάλαξιν ἔχει πρὸς ἄλληλα καὶ συμπλοκήν· μεγάλων μέν. ὅτι ἡ ἄλμυρίς ἐπιπολάζει· μικρὰ γὰρ ὄντα καὶ τυπτόμενα τοῖς περιέχουσι μείγνυσθαι· ἄν τῷ παντὶ· οὐ περιφερῶν δ' ὅτι τὸ μὲν ἄλμυρὸν τραχὺ τὸ δὲ περιφερὲς λεῖον· οὐ σκαληνῶν δὲ διὰ τὸ μὴ περιπαλάττεσθαι, διὸ ψαφαρὸν εἶναι. 67 τὸν δὲ δριμὺν μικρὸν καὶ περιφερῆ καὶ γωνιοειδῆ. σκαληνὸν δὲ οὐκ ἔχειν. τὸν μὲν γὰρ δριμὺν πολυγωνίων τε ὄντα τῇ τραχύτητι θερμαίνειν καὶ διαχεῖν διὰ τὸ μικρὸν εἶναι καὶ περιφερῆ καὶ γωνιοειδῆ· καὶ γὰρ τὸ γωνιοειδὲς εἶναι τοιοῦτον. ὡσαύτως δὲ καὶ τὰς ἄλλας ἑκάστου δυνάμεις ἀποδιδῶσιν ἀνάγων εἰς τὰ σχήματα. ἀπάντων δὲ τῶν σχημάτων οὐδὲν ἀκέραιον εἶναι καὶ ἁμῆρες τοῖς ἄλλοις, ἀλλ' ἐν ἑκάστῳ πολλὰ εἶναι καὶ τὸν αὐτὸν ἔχειν λεῖον καὶ τραχέος καὶ περιφεροῦς καὶ ὀξεὸς καὶ τῶν λοιπῶν.. οὐ δ' ἄν ἐνῇ πλεῖστον, τοῦτο μάλιστα ἐνισχύειν πρὸς τε τὴν αἴσθησιν καὶ τὴν δύναμιν, ἐπὶ δὲ εἰς ὁποίαν ἔσιν ἄν εἰσέλθῃ·

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
