# Testimonia 1.447.4-1.449.4

Democritus, Testimonia, 1.447.4 to 1.449.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.447.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.447.4

260. [161 N.] — — 19 κιξάλλην καὶ λῃστὴν πάντα κτείνων τις ἀθῷος ἂν εἴη καὶ αὐτοχειρίῃ καὶ κελεύων καὶ ψήφωι. 261. [155 N.] — 46, 43 Δ—ου. ἀδικουμένοισι τιμωρεῖν κατὰ δύναμιν χρὴ καὶ μὴ παριέναι· τὸ μὲν γὰρ τοιοῦτον δίκαιον καὶ ἀγαθόν, τὸ δὲ μὴ τοιοῦτον ἄδικον καὶ κακόν. 262. [157 N.] STOB. IV 46,44 Δ—ου. καὶ οἱ ψυχῆς ἀξία ἐρ-δουσιν ἢ δεσμῶν, ἢ θωιῆς ἀξιοι, καταψηφιστέον καὶ μὴ ἀπολύειν· ὃς δ’ ἂν παρὰ νόμον ἀπολύῃ κέρδει ὁρίζων ἢ ἡδονῇ, ἀδικεῖ, καὶ οἱ τοῦτο ἐγκάρδιον ἀνάγκη εἶναι. 263. [148 N.] — — 45 τοῦ αὐτοῦ. δίκης καὶ ἀρετῆς με-γίστην μετέχει μοῖραν ὁ [τιμᾶς] ἀξίας τὰς μεγίστας τάμνων <τοῖς ἀξιωτάτοις>. 264. [43 N.] — — 46 τοῦ αὐτοῦ. μηδὲν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδὲ τι μᾶλλον ἐξεργάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδῆσιν ἢ εἰ οἱ πάντες ἄνθρωποι· ἀλλ’ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦτον νόμον τῇ ψυ-χῇ καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον. 265. [166 N.] — — 47 τοῦ αὐτοῦ. τῶν ἁμαρτημένων ἄν-θρωποι μεμνέεται μᾶλλον ἢ τῶν εὖ πεποιημένων. καὶ γὰρ δίκαιον οὕτως· ὥσπερ <γὰρ τὸν> τὰς παρακαταθήκας ἀπο-διδόντα οὐ χρὴ ἐπαινεῖσθαι, τὸν δὲ μὴ ἀποδιδόντα κακῶς ἀκούειν καὶ πάσχειν, οὕτω καὶ τὸν ἄρχοντα. οὐ γὰρ ἐπὶ τούτῳ ἱρέθη ὡς κακῶς ποιήσων, ἀλλ’ ὡς εὖ. 266. [167 N.] — — 48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῶι νῦν καθεστῶτι ῥυθμῶι μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἣν καὶ πάνυ ἀγαθοὶ ἔσιν. οὐδενὶ γὰρ ἄλλῳ ἔοικεν ἢ ἑαυτῷ τὸ αὐτὸν ἐφ' ἑτέρους αὐ γίγνεσθαι. δεῖ δὲ κως οὕτω καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικῶν, ἥν καὶ πάνυ ἐτάζῃ τοὺς ἀδικέοντας, μὴ ὑπ' ἐκείνους γενήσεται, ἀλλὰ τις ἢ θεσμὸς ἢ ἄλλο τι ἀμυνεῖ τῷ τὰ δίκαια ποιευόντι. 267. [142 N.] — 47,19 Δ—ου. φύσει τὸ ἄρχειν οἰκῆιον τῷ κρέσσονι. 268. [222 N.] — 48,13 Δ—ου. φόβος κολακείην μὲν ἐργάζεται, εὔνοιαν δὲ οὐκ ἔχει. 269. [126 N.] — 51,16 Δ—ου. τόλμα πρήσιος ἀρχή, τύχη δὲ τέλεος κυρίη. 270. [177 N.] — 62,45 Δ—ου. οἰκέταισιν ὡς μέρεσι τοῦ σκῆνεος χρῶ ἄλλῳ πρὸς ἄλλο.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
