# Testimonia 1.464.4

Democritus, Testimonia, 1.464.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/1.464.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/1.464.4

(2) ‘σοφὴ μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται’ [vgl. B 31]. αὐξεται δὲ νόος παρευούσης ὑγείας, ἣν καλὸν προνοεῖν τοὺς ἐσθλὰ φρονέοντας:’ ἐξεως δὲ σωματικῆς ἀλγεούσης οὐδὲ προθυμὴν ἄρει νόος ἐς μελέτην ἀρετῆς· νοῦσος γὰρ παρευοῦσα δεινῶς ψυχὴν ἄμαυροῖ, φρόνησιν ἐς συμ- 15 παθεῖην ἄγουσα. (3) φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε· ὁ μὲν ἐγκέφαλος φρουρεῖ τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσιν συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσις ἀναγκαίαι ἄρηρυια δεσπότην φύλακα διανοίας καλύπτουσιν ἐγκέφαλον, τριχὼν εὐκόσμιαι χρῶτα κοσμεῦσαι. (4) τὸ δὲ τῶν ὀμμάτων ὀρητικὸν ἐν πολυχίτωνι φυλεύον 20 ὑγροῦ εὐσταθείαι ὑπομετώπωι κοιλασίη ἐνίδρυται· θεωρίης δὲ αἰτίον ἀκριβῆς [δὲ] κόρη φύλακα ταροῦν εὐκαιρίη ὑπομένει. διπλοὶ δὲ μύθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτίνην. (5. μαλακὴ δὲ χειλέων ἀφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβὴ τε διάρθρωσιν παρέσχκε κυβερνυμένη. γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμοις συννηρμοσμένον. ἐκδοχεια 25 δὲ μύθων ὥτα δημιουργὸς ἀνέωιγεν, οἷς ἐπεὼν ὁ θυμὸς οὐκ ἀσφαλὴς διήκονος ἀλογιστὴς γίνεται. λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχουοῖς ὀδόντων θριγκοῖσι περροῦρηται. (6) βρόγχος δὲ καὶ φάρυγξ ἡρμισμένοι ἀλλήλοις γειτινῶσιν· ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλῆς τροφὴν προπέμπει λάβρον ὠθεύμενος. κωνοειδὴς δὲ καρδὶ βασιλὶς, ὀργῆς τιθη- 30 νός, πρὸς πᾶσαν ἐπιβουλήν ἐνδέδυκε θύρακα. θαμινὰ δὲ πνευμόνων σήραγγες ἥερι διοδεύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν. (7) τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν σὺν λοβοῖς πολλάκις κοιλὴ περιπλόοις ἐστὶ ἦπαρ ἐπιθυμίας αἴτιον. χολὴ δὲ χλωρὴ πρὸς ἦπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηίου ὑπερβλύσασα γίνεται. βλαβερός δὲ σώματος ἀνθρωπίνου καὶ ἄνω- 35 φελὴς ἔνοικος σπλὴν ἀπέναντι εὐδει πρᾶγμα μηδὲν αἰτούμενος. (8) μέση δὲ τούτων χορηγεῖ πανδέκτειρα κοιλίη, κατ’ εὐνάζεται διοικούσα τὴν πέψιν. ἔνοχα δὲ κοιλῆς, συνθέσιος δημιουργίη συνδονεύμενα, εἰλεῖται περὶ κοιλὴν ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια. (9) δίδυμοι δὲ νεφροὶ ἰσχύοισιν ἐνηδρασμένοι καὶ ἠμφιεσμένοι δημῶι, οὐρῶν ἐκκρίσιος οὐκ ἀλλότριον πεφύκασιν. κύριος δὲ ἁπάσης 40 κοιλῆς ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριελίφκε, μόνου σπληνὸς ἄτερ. (10) ἐξὴς νευρώδης κύστις ἰσχύι στόμα ἐνηδρασμένη, συμπεπλεγμένων ἄγγειων, οὐρῶν ἐκκρίσιος αἰτία γίνεται. ἢ δὲ γειτνίασα ταύτῃ μήτηρ βρεφῶν ἢ (δεινὸν ἄλγος) τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτὴ μήτηρ πεφύλευκεν· ἢ πυλωρὸς μυχοῖς ἰσχύιν βράσασα σᾶρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκκέουσα 45 γαστρὸς φύσιος, ἐκ τόκου προνοίης. (11) ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκὴν νέμονται ἐκρόνων κτίσται ὀρχεῖς, πολυχίτωνες ὄντες· εὐναὶ δ’ ἥβη, ἀπὸ φλεβέων τε καὶ νεύρων πλέγμα οὐρῶν ἐκχυσιν ποιούμενον, συνουσίης ὑπουργόν, φύσιος ὑπο δεδημιούργηται, θριξὶν ἥβης πυκαζόμενον. (12) σκέλη δὲ καὶ

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
