# Testimonia 2.383.2

Democritus, Testimonia, 2.383.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.383.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.383.2

('εἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι, φησὶ Θρασύλος, οὗτος 37 ἂν εἴη ὁ παραγεγόμενος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, ἐν τῇ πρὸς Σωκράτην ὁμιλίᾳ διαλεγόμενος περὶ φιλοσοφίας, ὅτι, φησίν, ὡς πεντάθλιω ἐοίκεν ὁ φιλόσοφος [Anterast. 10 p. 136 A]. καὶ ἦν ὡς ἀληθῶς ἐν φιλοσοφίᾳ πένταθλος· τὰ γὰρ φυσικὰ καὶ τὰ ἠθικὰ (ἢσκητο), ἀλλὰ καὶ τὰ μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πάσων εἶχεν ἐμπειρίαν. τοῦτον ἐστὶ καὶ τὸ ‘λόγος ἔργον σκιή’ [fr. 145]). Ἀημίτριος δὲ ὁ Φαληρεύς ἐν τῇ Σωκράτους ἀπολογίᾳ [fehlt FHG. II 368] μηδὲ 15 ἐλθεῖν φησιν αὐτὸν εἰς Ἀθήνας. τοῦτο δὲ καὶ μειζόν, εἶγε τοσάυτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τόπῳ δόξαν περιθεῖναι προειλόμενος. (δηλον δὲ 38 καὶ τῶν συγγραμμάτων οἷος ἦν. δοκεῖ δέ, φησίν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ τοῦ Πυθα- 20 γόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι [s. B I 1]. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ’ ἂν ἀχρηοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκούσαι φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος 25 Κυζικηνὸς Φιλολάωι αὐτὸν συγγεγονέναι).

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
