# Testimonia 2.403.2

Democritus, Testimonia, 2.403.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.403.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.403.2

99. ARIST. meteorol. B 3 356ᵇ4 περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς [n. τῆς θαλάσσης] λεκτέον καὶ πότερον ἀεὶ ἐστὶν ἢ αὐτὴ ἢ οὐτ’ ἥν οὐτ’ ἔσται, ἀλλ’ ὑπολείψει· καὶ γὰρ οὕτως οἴονται τινες. τοῦτο μὲν οὖν δοῖκασί πάντες ὁμολογεῖν, ὅτι γέγονεν, εἴπερ καὶ πᾶς ὁ κόσμος· ἄμα γὰρ αὐτῆς ποιοῦσιν τὴν γένεσιν. ὥστε δῆλός γε εἴπερ αἴδιον τὸ πᾶν, καὶ περὶ τῆς θαλάσσης οὕτως ὑποληπτεόν. τὸ δὲ νομίζειν ἐλάττω τε γίγνεσθαι τὸ πλῆθος, ὥσπερ φησὶ Α., καὶ τέλος ὑπολείψιν, τῶν Αἰσώπου μύθων οὐδὲν διαφέρειν δοκεῖν [ὁ πεπεισμένος οὕτως]. καὶ γὰρ ἐκεῖνος [vgl. fr. 19 Halm] ἐμυθολόγησεν ὡς δις μὲν ἡ Χάρις ἀναρροφήσασα τὸ μὲν πρῶτον τὰ ὄρη ἐποίησε φανερά, τὸ δὲ δεύτερον τὰς νήσους, τὸ δὲ τελευταῖον ῥοφήσασα ξηρὰν ποιήσει πάμπαν. ἐκεῖνωι μὲν οὖν ἡμοττεν ὀργιζομένωι πρὸς τὸν πορθημέα τοιούτον εἰπεῖν μύθον, τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἦτον· δι’ ἥν γὰρ αἰτίαν ἔμεινε τὸ πρῶτον εἰτε διὰ βάρος, ὥσπερ τινὲς καὶ τούτων φασίν . . . δῆλον ὅτι διὰ τοῦτο διαμένειν ἀναγκαῖον καὶ τὸν λοιπὸν χρόνον αὐτήν. Vgl. oben S. 171, 41.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
