# Testimonia 2.405.2

Democritus, Testimonia, 2.405.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.405.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.405.2

113 PHILOPON. de anima p. 71, 19 Hayd. (zu Ar. A 2 p. 404* 25 sqq.) εἰ νοῦν ἔλεγον κινῆσαι τὸ πᾶν, ποῦθεν ὅτι καὶ ψυχῇ τὴν κίνησιν οἰκεῖον εἶναι ἔλεγον; καί, φησί· ταυτὸν γὰρ ὑπελάμβανον εἶναι ψυχὴν καὶ νοῦν, ὥσπερ καὶ Δ.· ἔχομεν οὖν τοῦτο ἐναργῶς παρ’ αὐτῶν εἰρημένον ὅτι ταυτόν νοῦς καὶ ψυχὴ οὐδαμῶς, ἀλλ’ ἐκ συλλογισμοῦ τοῦτο κατασκευάζει. ὁ μὲν γὰρ Δ., φησί, καὶ πρόδηλός ἐστι τοῦτο βουλόμενος· ἄντικρυς γὰρ εἶπεν ὅτι τὸ ἀληθὲς καὶ τὸ φαινόμενον τοῦτόν ἐστι, καὶ οὐδὲν διαφέρειν τὴν ἀλήθειαν, καὶ τὸ τῆς αἰσθήσεως φαινόμενον, ἀλλὰ τὸ φαινόμενον ἑκάστῳ καὶ τὸ δοκοῦν τοῦτο καὶ εἶναι ἀληθές, ὥσπερ καὶ Πρωταγόρας ἔλεγε, κατὰ γε τὸν ὀρθὸν λόγον διαφερόντων, καὶ τῆς μὲν αἰσθήσεως καὶ τῆς φαντασίας περὶ τὸ φαινόμενον ἔχούσης, τοῦ δὲ νοῦ περὶ τὴν ἀλήθειαν [vgl. fr. 11]. εἰ τοίνυν νοῦς μὲν περὶ τὴν ἀλήθειαν, ψυχὴ δὲ ἔχει περὶ τὸ φαινόμενον, τὸ ἀληθὲς δὲ ταυτὸν ἐστὶ τῷ φαινομένῳ, ὡς Δημοκρίτῳ δοκεῖ, καὶ ὁ νοῦς ἄρα ταυτὸν τῇ ψυχῇ. ὡς γὰρ ἔχει ὁ νοῦς πρὸς τὴν ἀλήθειαν, οὕτως ἡ ψυχὴ πρὸς τὸ φαινόμενον· οὕκουν καὶ ἐναλλὰς ὡς τὸ φαινόμενον πρὸς τὴν ἀλήθειαν, οὕτως ὁ νοῦς πρὸς τὴν ψυχὴν. εἰ τοίνυν ταυτὸν τὸ φαινόμενον καὶ τὸ ἀληθές, καὶ ὁ νοῦς ἄρα καὶ ἡ ψυχὴ ταυτὸν.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
