# Testimonia 2.412.1.1-23

Democritus, Testimonia, 2.412.1.1 to 2.412.1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.412.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.412.1.1

οὐν σκληρὰ τῶν λευκῶν ἐκ τοιούτων σχημάτων συγκεῖσθαι οἷον ἡ ἔντὸς πλαξ τῶν χορχλίων· οὕτω γὰρ ἂν ἄσκια καὶ εὐαγῆ καὶ εὐθύπορα εἶναι. τὰ ψαθρὰ καὶ εὐθρύπτα ἐκ περιφερῶν μέν, λοξῶν δὲ τῇ θέσει πρὸς ἀλλήλα καὶ κατὰ δύο συζεύξει, τὴν δ' ὀλὴν τάξιν ἔχειν ὅτι μάλιστα ὁμοίαν. τοιούτων δ' ὄντων ψαθρὰ μὲν εἶναι, διότι κατὰ μικρὸν ἢ σύναψις· εὐθρύπτα δέ, ὅτι ὁμοίως κείνται· ἄσκια δέ, διότι λεῖα καὶ πλατεῖα· λευκότερα δ' ἀλλήλων τῶι τὰ σχήματα τὰ εἰρημένα καὶ ἀκριβέστερα καὶ ἀμιγέστερα εἶναι καὶ τὴν θέσιν ἔχειν μᾶλλον τὴν εἰρημένην. τὸ μὲν οὖν λευκὸν ἐκ τοιούτων εἶναι σχημάτων. τὸ δὲ μέλαν ἐκ τῶν ἐναντίων ἐκ τραχέων καὶ σκαληρῶν καὶ ἀνομοίων· οὕτω γὰρ ἂν σκιαζέιν καὶ οὐχ εὐθεῖς εἶναι τοὺς πόρους οὐδ' εὐδιόδους. ἔτι δὲ τὰς ἀπορροίας νωθεῖς καὶ ταραχωδεῖς· διαφέρει γὰρ τι καὶ τὴν ἀπορροὴν τῶι ποίαν εἶναι πρὸς τὴν φαντασίαν, ἣν γίνεσθαι διὰ τὴν ἐναπόληψιν τοῦ ἀέρος ἀλλοίαν. ἐρυθρὸν δ' ἐξ ὀλωνπερ καὶ τὸ θερμόν, πλὴν ἐκ μειζόνων. ἐὰν γὰρ αἱ συγχρίσεις ὡςι μεῖζους ὁμοίων ὄντων τῶν σχημάτων μᾶλλον ἐρυθρὸν εἶναι. σημεῖον δ' ὅτι ἐκ τοιούτων τὸ ἐρυθρόν· ἡμᾶς τε γὰρ θερμαινομένους ἐρυθραίνεσθαι καὶ τὰ ἄλλα τὰ πυρούμενα, μέχρις ἂν οὐ ἔχη τὸ τοῦ πυροειδοῦς. ἐρυθρότερα δὲ τὰ ἐκ μεγάλων ὄντα σχημάτων οἷον τὴν φλόγα καὶ τὸν ἄνθρακα τῶν χλωρῶν ξύλων ἢ τῶν αὐῶν. καὶ τὸν σίδηρον δὲ καὶ τὰ ἄλλα τὰ πυρούμενα· λαμπρότατα μὲν γὰρ εἶναι τὰ πλεῖστον ἔχοντα καὶ λεπτότατον πῦρ, ἐρυθρότερα δὲ τὰ παχύτερον καὶ ἕλαττον. διὸ καὶ ἧττον εἶναι θερμὰ τὰ ἐρυθρότερα· θερμὸν [μὲν] γὰρ τὸ λεπτόν. το δὲ χλωρὸν ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ συνεστάναι μεικτὸν ἐξ ἀμφοῖν, τῇ θέσει δὲ καὶ τάξει αὐτῶν τὴν χρόαν. τὰ μὲν οὖν ἁπλὰ χρώματα τούτοις κεχρῆσθαι τοῖς σχήμασιν·

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
