# Testimonia 2.413.1.1-22

Democritus, Testimonia, 2.413.1.1 to 2.413.1.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.413.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.413.1.1

πρῶτον μὲν οὖν τὸ πλείους ἀποδοῦναι τὰς ἀρχὰς ἔχει τινὰ ἀπορίαν· 79 οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν, ὡς τούτων ἁπλῶν ὄντων μόνον. ἐπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιῆσαι τὴν μορφήν, ἀλλ’ ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς. οὐ γὰρ εἰκὸς ἄλλην αἰτίαν εἶναι τοῖς διαφοροῖς κατὰ τὴν 5 ἄφην, οὐδ’ ἂν ἐτι τὸ σχῆμα αἴτιον εἴη τῆς διαφορᾶς, ἀλλὰ μᾶλλον ἡ θέσις. ἐνδύχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἁπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς. σημεῖον δέ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλαινα φαίνεται. διὰ γὰρ τὴν σύμφασιν καὶ τὴν τάξιν ὡς τὴν αὐτὴν ἔχοντα τοῖς μέλανι φαίνεσθαι τοιαῦτα. καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων. ἐκ μεγάλων γὰρ εἶναι 10 ταῦτα καὶ τὰς συνθέσεις οὐ περιφερεῖς ἀλλὰ προχρόσσας· καὶ τῶν σχημάτων τὰς μορφὰς μυχυνμένας [ἀγνυμένας?] ὥσπερ ἡ ἀνάβασις καὶ τὰ πρὸ τῶν τειχῶν ἔχει χῶματα· τοιοῦτον γὰρ ὂν ἀσκιον εἶναι καὶ οὐ καλύεσθαι τὸ λαμπρόν. πρὸς δὲ τούτοις πῶς λέγει καὶ ζώιων τὸ λευκὸν ἐνίων γίνεσθαι μέλαν, εἰ τεθεῖσαν οὕτως, ὡστ’ ἐπισκιάζειν; ὅλως δὲ τοῦ διαφανοῦς καὶ τοῦ 15 λαμπροῦ μᾶλλον ἔοικε τὴν φύσιν ἢ τοῦ λευκοῦ λέγειν. τὸ γὰρ εἰδὸπτον εἶναι καὶ μὴ ἐπαλλάττειν τοὺς πόρους τοῦ διαφανοῦς ἐστι, πόσα δὲ λευκὰ τοῦ διαφανοῦς; ἐτι δὲ τὸ μὲν εἰδεῖς εἶναι τῶν λευκῶν τοὺς πόρους, τῶν δὲ μελάνων ἐπαλλάττειν, ὡς εἰσιούσης τῆς φύσεως ὑπολαβεῖν ἐστιν. ὅρῶν δὲ φησι διὰ τὴν ἀπορροὴν καὶ τὴν ἐμφασιν τὴν εἰς τὴν ὀψιν· εἰ δὲ τοῦτό ἐστι, τί διόλισε τοὺς 20 πόρους κείσθαι κατ’ ἀλλήλους ἢ ἐπαλλάττειν; οὐδὲ τῇ ἀπορροῇ ἀπὸ τοῦ κενοῦ πῶς γίνεσθαι φάειδον ὑπολαβεῖν· ὥστε λεκτέον τούτων τὴν αἰτίαν. ἔοικε γὰρ ἀπὸ τοῦ φωτὸς ἢ ἀπὸ ἄλλου τινὸς ποιεῖν τὸ λευκόν· διὸ καὶ τὴν παχύτητα τοῦ ἀέρος αἰτιᾶται πρὸς τὸ φαίνεσθαι μέλαν.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
