# Testimonia 2.424.2

Democritus, Testimonia, 2.424.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.424.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.424.2

11 Sext. VII 138 [nach fr. 8] ἐν δὲ τοῖς Κανόσι δύο γνῆσιν εἶναι γνώσεις τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσαρτηθῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανεῖς. (139) λέγει δὲ κατὰ λέξιν· ‘γνώμης δὲ δύο εἰσὶν ἰδέαι, ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις, ἀκοή, ὀσμή, γεῦσις, ψαῦσις. ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης’. εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ‘ὅταν ἡ σκοτίη μηκέτι δύνῃται μήτε ὁρῆν ἐπ’ ἐλαττον μήτε ἀκούειν μήτε ὀδμάσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον <δέηι ζητεῖν, τότε ἐπιγίγνεται ἡ γνησίη ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον>.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
