# Testimonia 2.457.8

Democritus, Testimonia, 2.457.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.457.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.457.8

189 [7 N.] — — 47 ἄριστον ἀνθρώπωι τὸν βίον διάγειν ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντι. δεῖ ἔχειν τὴν γνώμην καὶ τοῖς παρεούσιν ἀρκέεσθαι τῶν μὲν ζηλουμένων καὶ θαυμαζομένων ὀλίγην μνήμην ἔχοντα καὶ τῇ διανοίᾳ μὴ προσεδρεύοντα, τῶν δὲ ταλαιπωρουμένων τοὺς βίους θεωρεῖν, ἐννοοῦμενον ἅ πάσχουσι χάρτα, ὅπως ἂν τὰ παρόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνηται, καὶ μηκέτι πλείονων ἐπιθυμεῖντι συμβαίνη κακοπαθεῖν τῇ ψυχῇ. ὅ γὰρ θαυμάζων τοὺς ἔχοντας καὶ μακαριζόμενους ὑπὸ τῶν ἄλλων ἀνθρώπων καὶ τῇ μνήμῃ πάσαν ὥραν προσεδρεύων ἀεὶ ἐπικαινοῦργεῖν ἀναγκάζεται καὶ ἐπιβάλλεσθαι δι’ ἐπιθυμίην τοῦ τι χρήσσειν ἀνήκεστον ὧν νόμοι κωλύουσι. διόπερ τὰ μὲν μὴ διζέσθαι χρησῶν, ἐπὶ δὲ τοῖς εὐθυμέεσθαι χρησῶν, παραβάλλοντα τὸν ἑαυτοῦ βίον πρὸς τὸν τῶν φαυλότερον πρησσόντων καὶ μακαρίζειν ἑαυτὸν ἐνθυμεύμενον ἅ πάσχουσιν, ὁκόσων αὐτῶν βέλτιον χρήσσει τε καὶ διάγει. ταύτης γ’ ἀρ’ ἔχόμενος τῆς γνώμης εὐθυμότερόν τε διάξεις καὶ οὐκ ὀλίγας κήρας ἐν τῷ βίῳ διώσεις, φθόνον καὶ ζῆλον καὶ δυσμενίην.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
