# Testimonia 2.488.1-33

Democritus, Testimonia, 2.488.1 to 2.488.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.488.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.488.1

παντάμορφα σπλάγχων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὡκέως ἐπανοσε λει- αὐτοῖς ἐπικρεμαμένων μέχρις ἑσχάτας ἀναπνοᾶς. καὶ πρῶτον γ’ ἐπένθωμεν ἐπὶ τὰ συμβαίνοντα· περὶ τὸ σῶμα πλευρίτιδες περιπλευμονίαι φρενίτιδες ποδάγραὶ στραγγουρίαι δυσεντερίαι ληθαργίαι ἐπιληψίαι σηπεδόνες, ἄλλα μυρία· περὶ δὲ τὰν ψυχὰν πολλοὶ μεῖζονα καὶ χαλεπωτέρα· πάντα γὰρ τὰ κατὰ τὸν βίον ἄθεσμα, χαχά, παράνομα καὶ ἀσεβήματα, ἐκ τῶν κατὰ τὰν ψυχὰν παθημάτων ἐντὶ. διὰ γὰρ τὰς παρὰ φύσιν ἀμέτρους ἐπιθυμίας πολλοὶ εἰς ἀχα- τασχέτους ὁρμὰς ἐξώκειλαν, καὶ οὔτε τὰς ἐκ τῶν θυγατέρων οὔτε τὰς ἐκ τῶν ματέρων ἀνοσιωτάτας ἡδονὰς ἀπέχοντο, ἀλλὰ καὶ ἐπὶ πατροκτονίαις παρεγένοντο, καὶ πολλοὶ τὰ ἴδια τέκνα κατέσφαξαν. τί λέγω τὰ ἀπὸ τῶν ἐκτὸς ἐπηρτημένα κακά, τὰς ἐπομβρίας καὶ αὐχμῶς, ὑπερβολὰς χαυμάτων, ὑπερβο- τουργῆς. λὰς νηξίος, ὡστε πολλάκις ἐκ τὰς κατὰ τὸν ἀέρα ἀνωμαλίας λοιμῶν τε καὶ λιμῶν γίγνεσθαι καὶ ποικιλίαν παντοδαπῶν συμπτωμάτων καὶ ὅλας πόλεις ἐρημοῦσθαι· πολλῶν οὖν τοιούτων ἐπικρεμαμένων μήτε ταῖς κατὰ τὸ σῶμα εὐαμερίαις ποτέχοντες σεμνυνόμενοι ἐπαιρώμεθα, αἱ τινες ὀλίγω πυρετῷ ἐπι- γενομένω ἀνδῶν τρόπωι συντόμως μαραίνοντι, μήτε ταῖς ἐκτὸς νομιζομέναις εὐτυχίαις, αἱ καὶ αὐταὶ πολλάκις τάχιον ἀπόλλυσθαι ἢ γίγνεσθαι πεφύκασι· πάντα γὰρ ταῦτα, ἀστατά τε καὶ ἀβέβαια εὐρίπου ττρόπον, ἐν πολλαῖς καὶ ποικίλαις μεταβολαῖς γινόμενα παρειλήφαμεν, καὶ οὐδὲν αὐτῶν μένον οὐδὲ ἀκίνητον οὐδὲ βέβαιον οὐδὲ ἀναφαίρετον. διὸ ταῦτα μὲν ἐνθυμηθέντες, (χέρδος δέ) νομιζόντες, εἰ τὰ παρούντα καὶ δεδομένα καὶ τὸν ἐλάχιστον χρό- 7. STOB. IV 108, 81 Ἰππάρχου Πυθαγορείου ἐκ τοῦ Περὶ εὐ- νον διαμεῖναι δύνατο, ἐν εὐθυμίᾳ διάζομεν γενναίως φέροντες τὰ προσπίπτοντα. νῦν δὲ πολλοὶ πάντα τὰ ὑπὸ φύσιος καὶ τύχας παρούντα καὶ δεδομένα αὐτοῖς ἐπὶ τὸ βέλτιον προαναπλάσαντες καὶ οὐχ οἷα ἔστι λογισάμενοι, ἀλλ’ οἷα ἐπ’ ἄκρον ἐπιτυχανόμενα δύναται γενέσθαι, ἄφρων στερόμενοι πολλοῖς καὶ μεγάλοις καὶ ἀθέσμοις καὶ ἀνόητοις κακοῖς καταφορτίζουσι τὰν ψυχὰν· καὶ οὕτω συμβαίνει αὐτοῖς πικρότατον ἔχειν τὸν βίον καὶ χαλεπωτάτον.

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
