# Testimonia 2.488.36-2.489.4

Democritus, Testimonia, 2.488.36 to 2.489.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/democritus/testimonia/2.488.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/democritus/testimonia/2.488.36

ταῦτα δὲ γίνεται ἐπὶ τε ἀποβολαῖς χρημάτων ἢ φίλων θανόντων ἢ τέκνων ἢ τινων ἄλλων τῶν νομιζομένων τιμιωτάτων ἡμιν. εἴτα κλαίοντες καὶ ὀδυρόμενοι λέγουσι αὐτοὺς μόνους ἀτυχεστάτους καὶ κακοδαίμονας, οὐ μεμνημένοι ὅτι κακὰ ταῦτά καὶ ἄλλοις πολλοῖς ἐγένοντο καὶ νῦν γίνονται, θυμίας. οὐδὲ δυνάμενοι κατανοῆσαι τὸν τε τῶν παροῦντων βίον καὶ τὸν τῶν προεξ- εσταχότων ἐν ὁσαῖς συμφοραῖς καὶ κακῶν τρικυμίαις καὶ νῦν ἐντὶ πολλοὶ καὶ πρὸ τοῦ ἐγένοντο. ἐπιλογισάμενοι οὖν ὅτι πολλοὶ ἀποβαλόντες χρήματα ὑστερον διὰ τὰν τῶν χρημάτων γενομένων ἀπώλειαν αὐτὸ περιεσώθησαν, ἢ λησταῖς διὰ τοῦτο μέλλοντας περιπεσεῖν ἢ τυράννοι· πολλοὶ δὲ φιλήσαντες τινας καὶ καθ’ ὑπερβολὴν εὐνοήσαντες ἐν τῷ μετέπειτα χρόνωι μεγάλως ἐμί- σθησαν· ἃ δὴ πάντα ἀναλογισάμενοι ἐκ τῆς παραδεδομένης ἡμῖν ἱστορίας, καὶ μαθόντες ὅτι καὶ ὑπὸ τέκνων καὶ φίλων μάλιστα φιληθέντων πολλοὶ ἀπώλοντο, καὶ ἀντιπαραβάλλοντες τὸν ἑαυτῶν βίον πρὸς τὸν τῶν πρασσομένων ὡς πρὸς τὸν ξύμπαντα αἰῶνα ἐξετάζοντι βραχύτατον ἔχοντες οἱ ἄνθρωποι τὸν τῆς ζωῆς χρόνον, κάλλιστον ἐν τῷ βίῳ οἴονεὶ τινὰ παρεπίσημλιν ποιησόνται ἐπ’ εὐθυμίᾳ καταβιώσαντες. ταύταν δὲ ἔχοντι μάλιστα πάντων ἀκριβῶς ἐπιστάμενοι καὶ ἐπεγνωκότες ἑαυτούς, ὅτι ἐντὶ θνητοὶ καὶ σάρκινοι, εὐαδίκητον καὶ φθαρτὸν κεκτημένοι σῶμα, καὶ πάντων (τῶν) χαλεπωτάτων φανλότερον, καὶ τὰ προσπίπτοντα ἀνθρώπινα νομίζοντες καὶ μὴ μόνοις συμ- σωφροσύνας καὶ μεταποιούμενοι * * * τοῖς παρεοῦσι καὶ μὴ πολλῶν ὀρεγόμενοι. οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ παρασκευαζόμενοι, ὡς οὐχ ἔστι ζῆν μετὰ τὸν τὰς ζωὰς χρόνον * * * ἄξεστι γενέσθαι * * * χρησώμεθᾳ παρουσίαι τῶν ἀγαθῶν, ἐκ δὲ τὰς φιλοσοφίας καὶ λαβρότερον ἀπληστευσώμεθᾳ· ἀπληστευό- μενοι γὰρ τῶν ἐκ φιλοσοφίας καλῶν καὶ σεμνῶν, καὶ τὰς ἐκ τῶν φαύλων ἀπολυθησόμεθᾳ ἀπληστίας. βαίνοντο, εὐθυμότερον διάζομεν. οὐδὲ γὰρ θέμις ἀνθρώπων μὲν ὄντα τὰ τῶν ἀλλοτρίων συμπτώματα εὖφροα νομίζειν, ἀλλ’ (οὐ) τὰ ἴδια κάθσα, ἰδόντα ὅτι πολλαὶ κᾶρες κατὰ πάντα τὸν βίον πεφύκασι. οἱ δὲ κλαίοντες καὶ κατοδυρόμενοι, πρὸς τῷ μηδ’ ἠντινοῦν ὠφέλειαν τῷ ἀπολομένῳ ἢ τῶν ἀποι-

---

Democritus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001005.
