# Fragmenta 80-140

Demodocus, Fragmenta, 80 to 140. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demodocus-eleg/fragmenta/80
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demodocus-eleg/fragmenta/80

νικῶν εὖ ἑρόντας ἐπὶ πλεόνεσσι καθῆκει. Καλὸν ξεινίζειν ταχέως λιταῖσι τραπέζαις, ἢ πλείσταις θοίνασι βραδυνούσαις παρὰ καιρόν. Μηδέποτε χρήστης πικρὸς γένῃ ἀνδρὶ πένητι. μηδὲ τις ὄρνιθας καλιῆς ἅμα πάντας ἐλέσθω, μητέρα δ’ ἐκπρολίποις, ἵν’ ἔχῃς αὐ τῆσδε νεοσσούς. Μηδέποτε κρίνειν ἀδαήμονας ἄνδρας ἕάσης· οὐ γὰρ δὴ νοέουσ' οἱ μηδέποτ' ἐσθλὰ μαθόντες. Μηδὲ τραπεζοκόρους κόλακας ποιεῖσθαι ἐταίρους· Μηδὲ δίκην δικάσης, πρὶν ἄμφοιν μῦθον ἀκούσης. Λαῷ μὴ πίστευε· πολίτροπός ἐστιν ὄμιλος. λαὸς τοι καὶ ὕδωρ καὶ πῦρ ἀκατάσχετα πάντα. Μηδὲ μάτην ἐπὶ πῦρ καθίσας μυνύθοις φίλον ἥτορ. μέτρα δὲ τεῦχε θεοῖσι· τὸ γὰρ μέτρον ἐστὶν ἄριστον. Γαῖαν ἐπιμοιράσθαι ἄταρχύτοις νεκύεσσιν. μὴ τύμβον φθιμένων ἀνορύξης, μηδ’ ἀθέατα δεῖξῃς ἡλείῳ, μὴ δαιμόνιον χόλον ὤρησῃς. οὐ καλὸν ἀρμονίην ἀναλύμεν ἀνθρώποιο· καὶ τάχα δ’ ἐκ γαίης ἐλπίζομεν ἐς φῶς ἐλθεῖν V. 92. πόσιος καὶ βρώσιος, M in rasura exhibet, V1 βρώσιος καὶ πόσιος, V2H βρώσιος καὶ πόσιος. — V. 93. καιρὸν, H καλοῖ. — ἔχωσιν, M ἔχουσιν. — V. 94. ὀλίγοις, B ὀγχοῖς, M λίγ in rasura. — πολλοῖς, ψυχὴ δ’ ἀθάνατος καὶ ἀγήρως ζῇ διὰ παντός. οὐδεὶς γινώσκει, τί μετ’ αὔριον ἢ τί μεθ’ ἅραν. ἄσκοπός ἐστι βροτῶν θάνατος, τὸ δὲ μέλλον ἄδηλον. Μῆτε κακοῖς ἄχθου, μὴτ’ οὖν ἐπαγάλλεο χάρμῃ. 110 πολλάκις ἐν βιότῳ καὶ θαρσαλέοισιν ἄπιστον πῆμα, καὶ ἀχθομένοισι κακοῦ λύσις ἤλυθεν αἰφνης. 125ὅπλον ἑκάστῳ νεῖμε θεός, φύσιν ἑρόφοιτον ὄρνισιν, πώλοις ταχυτήν, ἀλήην δὲ λέουσιν· ταύροις δ' αὐτοχύτοις κέρα καὶ κέντρα μελίσσαις βέλτερος ἀλκήνεντος ἐφυ σεσωφισμένος ἀνήρ· ἄγροὺς καὶ πόλιας σοφίῃ καὶ νῆα κυβερνᾷ. Οὐχ ὁσιον κρύπτειν τὸν ἀτάσθαλον ἄνδρ’ ἀνέλεγκτον, ἀλλὰ χρη̂ κακοεργὸν ἀποτρωπάσθαι ἀνάγκη. 125 πολλάκι συνδηνήσκουσι κακοῖς οἱ συμπαραεόντες. Κτήνος κὴν ἐχθροῖο πέσῃ καθ’ ὁδόν, συνέγειρε· [πλαζόμενον δὲ βροτὸν καὶ ἀλίτρον μὴ ποτ’ ἐλέγξης· 150νηπιάχους ἀταλοὺς μὴ μάρψῃς χειρὶ βιαίως. φεῦγε διχοστασίην καὶ ξein πολέμου προσιόντος. μὴ κακὸν εὖ ξέξης· σπείρειν ἴσον ἔστ' ἐνὶ πόντῳ. 'Εργάζευ, μόχθων ὡς ἐξ ἰδίων βιοτεύης· πᾶς γὰρ ἀεργὸς ἀνὴρ ζῶει κλοπίμων ἀπὸ χειρῶν.

---

Demodocus Eleg., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001009.
