# Fragmenta 459.7-460.2

Demonax, Fragmenta, 459.7 to 460.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demonax/fragmenta/459.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demonax/fragmenta/459.7

4 Ὅν ἀλλοτρίοις παραδείγμασι παιδεύσῃ σεαυτόν, καὶ ἀλλοτρίος τῶν κακῶν ἔσῃ. 5 Θνητοὶ γεγώτας μὴ φρονεῖθ' ὑπὲρ θεούς. 6 Ἐξεταζόντων τινῶν, εἰ ὁ κόσμος ἔμβυχος, καὶ αὐθίς, εἰ σφαιροειδής: Ὕμεις, ἔφη, περὶ μὲν τοῦ κόσμου πολυπραγμονεῖτε, περὶ δὲ τῆς ἑαυτῶν ἀκοσμίας οὐ φροντίζετε. 7 Τινὸς σοφιστοῦ αἰτιωμένου αὐτὸν καὶ λέγοντος: Διὰ τί με κακῶς λέγεις; Ὅτι μὴ καταφρονεῖς, ἔφη, τοῦ κακῶς λέγοντος. 8 Δημῶναξ ἐρωτηθεὶς, πότε ἤρξατο φιλοσοφεῖν, Ὅτε καταγνῶναι, ἔφη, ἑαυτοῦ ἤρξάμην. 9 Τοῖς ὠοὶ πλέον ἢ τῇ γλώττῃ χρῶ. 10 Οἱ ἀπαίδευτοι καθάπερ οἱ ἀλιευόμενοι ἰχθύες ἄλομενοι σιγῶσι. 11 Ἐλάσσω κακὰ πάσχουσιν οἱ ἄνθρωποι ὑπὸ τῶν ἐχθρῶν ἢ ὑπὸ τῶν φίλων. Τοὺς μὲν γὰρ ἐχθροὺς διδόντες φυλάσσονται· τοὺς δὲ φίλους ἀναψιμένοι εἰσὶ καὶ γίνονται σφαλεροὶ καὶ ἐπιβουλεύεται. 12 Μυστήριον ἐν φιλίᾳ ἀκούσας ἕτερον ἐχθρὸν γενόμενος μὴ ἀφράνῃς· ἀδίκεις γὰρ οὐ τὸν ἐχθρόν, ἀλλὰ τὴν φιλίαν. 13 Μὴ κτῆσαι φίλον, ὃ μὴ πάντα πιστεύεις. 14. Εἰσὶ τινες, οἱ τὸν παρόντα βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῇ σπουδῇ ὡς ἕτερον βίον βιωσόμενοι, οὐ τὸν παρόντα. 15. Δεικνυσιν ἡ μὲν τροπὴ τὸν κατ’ ἀλήθειαν ἀνδρείον, ἡ δὲ ἀτυχία τὸν φρόνιμον. 16. Τὰς μὲν πόλεις ἀναθῆμασι, τὰς δὲ ψυχὰς μαθήμασι κοσμεῖν δεῖ.

---

Demonax, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001012.
