# Fragmenta 462.2-10

Demonax, Fragmenta, 462.2 to 462.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demonax/fragmenta/462.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demonax/fragmenta/462.2

31. Καὶ μὴν κάκεινὼν καταγελῶν ἡξίου τῶν ἐν ταῖς ὁμιλίαις πᾶνι ἀρχαίοις καὶ ξένοις ὀνόμασι χρωμένων-ἐνὶ γοῦν ἐρωτηθέντι ὑπ' αὐτοῦ λόγον τινὰ καὶ ὑπερατ-τικῶς ἀποκριθέντι, Ἐγὼ μὲν σε, ἔφη, ὦ ἑταῖρε, νῦν ἠρώτησα, σὺ δὲ μοι ὡς ἐπ' Ἀγαμέμνονος ἀποκρίνη. 32. Εἰπὼντος δέ τινος τῶν ἑταίρων, Ἀπίωμεν, Δη-μῶναξ, εἰς τὸ Ἀσκληπιεῖον καὶ προσευξώμεθα ὑπὲρ τοῦ υἱοῦ, Πάνυ, ἔφη, χωρὸν ἡγῇ τὸν Ἀσκληπιόν, εἰ μὴ δύναται κάντεῦθεν ἡμῶν εὐχόμενον ἀκούειν. 33. Ἰδὼν δὲ ποτε δύο τινὰς φιλόσοφους κοιμῶ ἀπαι δεύτως ἐν ζητήσει ἐρίζοντας καὶ τὸν μὲν ἄτοπα ἐρω-τῶντα, τὸν δὲ οὐδὲν πρὸς λόγον ἀποκρινόμενον, Οὐ δοκεῖ ὑμῖν, ἔφη, ὦ φίλοι, ὁ μὲν ἕτερος τούτων τράγον ἀμέλγειν, ὁ δὲ αὐτῷ κόσκινον ὑποτιθέναι; 34. Ἀγαθοχλέους δὲ τοῦ Περιπατητικοῦ μέγα φρο-νοῦντος ὅτι μόνος αὐτὸς ἐστι καὶ πρῶτος τῶν διαλεκτι-κῶν, ἔφη, Καὶ μήν, ὦ Ἀγαθόκλεις, εἰ μὲν πρῶτος, οὐ μόνος, εἰ δὲ μόνος, οὐ πρῶτος. 35. Καθὼν δὲ τοῦ ὑπατικοῦ, ὅποτε διὰ τῆς Ἑλλά-δος εἰς τὴν Ἀσίαν ἀπῆει πρεσβεύσων τῷ πατρὶ, πολλὰ καταγέλαστα καὶ λέγοντος καὶ ποιούντος, ἐπειδὴ τῶν ἑταίρων τις ὁρῶν ταῦτα ἔλεγεν αὐτὸν μέγα κάθαρμα εἶναι, Μὰ τὸν Δί', ἔφη ὁ Δημώναξ, οὐδὲ μέγα. 36. Καὶ Ἀπολλώνιον δὲ ποτε τὸν φιλόσοφον ἰδὼν μετὰ πολλῶν τῶν μαθητῶν ἐξελαύνοντα (ἤδη δὲ ἀπὴ μετέαμπετος ὡς ἐπὶ παιδεία τῷ βασιλεῖ συνε-σόμενος), Προσέρχεται, ἔφη, ὁ Ἀπολλώνιος καὶ οἱ Ἀργοναῦται αὐτοῦ. 37. Ἄλλου δὲ ποτε ἐρωμένου, εἰ ἀθάνατος αὐτῷ ἡ ψυχὴ δοκεῖ εἶναι, Ἀθάνατος, ἔφη, ἀλλ' ὡς πάντα. 38. Περὶ μέντοι Ἡρώδου ἔλεγεν ἀληθεύειν τὸν Πλάτωνα φάμενον, οὐ μίαν ἡμᾶς ψυχὴν ἔχειν· οὐ γὰρ εἶναι τῆς αὐτῆς ψυχῆς Ῥηγύλλαν καὶ Πολυδεύκην ὡς ζῶντας ἐστίν καὶ τὰ τοιαῦτα μελετᾶν. 39. Ἐτολμήσε δὲ ποτε καὶ Ἀθηναίους ἐρωτῆσαι δημοσίᾳ τῆς προρρήσεως ἀκούσας, διὰ τίνα αἰτίαν ἀπε-κλείουσι τοὺς βαρβάρους, καὶ ταῦτα τοῦ τὴν τελετὴν

---

Demonax, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001012.
