# Fragmenta 5-2

Demosthenes, Fragmenta, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes-epic/fragmenta/5-2

Idem: Ἡραία, ἄκρα οὕτω λεγομένη καταντικρὺ
Χαλκηδόνος. Ταύτην δ' ἐν τῇ συνηθείᾳ Ἡέρειάν φασι
τινες, κακῶς, ἄλλοι δὲ Ἥριον, μυθοποιοῦντες ὡς ἐκεῖσε
ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. Πειστέον δὲ
μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ·
Ἔστι δέ τις προπάροιθε κλυτῆς Χαλκηδόνος ἄκρη
Ἡραία τρηχοῦσα, πολυσπιλάς· ἔνδοθι δ' αὐτῆς
λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω
κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδίνεα πάντῃ
ἔμμεναι. Εἰαμενὴ δὲ καὶ οὐ βύθος ἐστὶ θαλάσσης,
ἔνθα τε νῆας ἀνῆγον, ὀϊόμενοι σκέπας εἶναι
αὐτοφυοῦς ὅρμοιο, κακῷ δ' ἐνέκυρσαν ἑτοίμῳ.

---

Demosthenes Epic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1308.tlg003.local001/.
