# πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 26

Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-13/26

τῷ μὲν οὖν Θεοπόμπῳ ἐγένετο υἱὸς Μακάρτατος οὑτοσί, τῷ δὲ Εὐβουλίδῃ τῷ τῆς Φυλομάχης υἱεῖ, ἀνεψιῷ δὲ Ἁγνίου ὄντι πρὸς πατρός, οὑτοσὶ ὁ παῖς, ἀνεψιοῦ παῖς ὢν Ἁγνίᾳ πρὸς πατρός, ἐπειδὴ ἡ Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου καὶ ὁ Πολέμων ὁ πατὴρ ὁ Ἁγνίου ἀδελφοὶ ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι. τῷ δέ γε Μακαρτάτῳ τῳδί, τῷ υἱεῖ τῷ Θεοπόμπου, οὐδὲν ἐγένετο ἔκγονον ὅ τι ἐστὶν ἐν τῷ οἴκῳ τῷ τούτου καὶ τῷ Στρατίου.

---

Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg043.local001/.
