# πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου 28

Demosthenes, πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου, Section 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-15/28

καὶ πρὶν μὲν ὀφείλειν τῷ δημοσίῳ, ὁ Ἀρεθούσιος ὡμολογεῖτο τῶν ἀδελφῶν εὐπορώτατος εἶναι· ἐπειδὴ δὲ οἱ νόμοι κελεύουσιν τἀκείνου ὑμέτερα εἶναι, τηνικαῦτα πένης ὢν φαίνεται ὁ Ἀρεθούσιος, καὶ τῶν μὲν ἡ μήτηρ ἀμφισβητεῖ, τῶν δὲ οἱ ἀδελφοί. χρῆν δʼ αὐτούς, εἴπερ ἐβούλοντο δικαίως προσφέρεσθαι πρὸς ὑμᾶς, ἀποδείξαντας ἅπασαν τὴν οὐσίαν τὴν ἐκείνου, τὰ τούτων αὐτῶν εἴ τις ἀπέγραφεν, ἀμφισβητεῖν.

---

Demosthenes, πρὸς Νικόστρατον περὶ ἀνδραπόδων ἀπογραφῆς Ἀρεθουσίου, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg053.local001/.
