# πρὸς Ὀνήτορα ἐξούλης β΄ 10

Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-17/10

ἀλλὰ νὴ Δίʼ ἴσως οὐχὶ πάντʼ αὐτῷ τοιαῦτα πέπρακται, οὐδὲ πανταχόθεν δῆλός ἐστι τεχνάζων. ἀλλὰ καὶ τιμώμενος φανερὸς γέγονεν ὑπὲρ Ἀφόβου ταλάντου, καὶ τοῦτʼ αὐτὸς ἡμῖν ἀποδώσειν ἐγγυώμενος. καίτοι σκέψασθʼ ὅτι τοῦτʼ ἔστι τεκμήριον οὐ μόνον τοῦ τὴν γυναῖκα συνοικεῖν Ἀφόβῳ καὶ τοῦτον οἰκείως ἔχειν, ἀλλὰ καὶ τοῦ μὴ δεδωκέναι τὴν προῖκα.

---

Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg031.local001/.
