# πρὸς Ὀνήτορα ἐξούλης β΄ 12

Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-17/12

εἶτα νῦν παρακρούσασθαι ζητεῖ καὶ φενακίζει, λέγων ὡς πρότερον τοὺς ὅρους ἔστησεν ἢ ʼκεῖνον τὴν δίκην ὀφλεῖν. οὐ πρότερόν γʼ ἢ παρὰ σοί, νῦν εἰ ἀληθῆ λέγεις. δῆλον γὰρ ὅτι καταγνοὺς ἀδικίαν αὐτοῦ ταῦτʼ ἐποίεις. εἶτα καὶ γελοῖον τοῦτο λέγειν, ὥσπερ οὐκ εἰδότων ὑμῶν ὅτι πάντες οἱ τὰ τοιαῦτʼ ἀδικοῦντες σκοποῦσι τί λέξουσιν, καὶ οὐδεὶς πώποτʼ ὦφλεν σιωπῶν οὐδʼ ἀδικεῖν ὁμολογῶν· ἀλλʼ ἐπειδὰν οἶμαι μηδὲν ἀληθὲς λέγων ἐξελεγχθῇ, τότε γιγνώσκεται ὁποῖός ἐστιν.

---

Demosthenes, πρὸς Ὀνήτορα ἐξούλης β΄, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg031.local001/.
