# πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 14

Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-21/14

ἐπειδὴ τοίνυν εἰς Ἑλλήσποντον ἤλθομεν, καὶ ὅ τε χρόνος ἐξεληλύθει μοι τῆς τριηραρχίας, καὶ μισθὸς οὐκ ἀπεδόθη τοῖς στρατιώταις ἀλλʼ ἢ δυοῖν μηνοῖν, ἕτερός τε στρατηγὸς ἧκεν Τιμόμαχος, καὶ οὗτος διαδόχους οὐκ ἄγων ἐπὶ τὰς ναῦς, ἀθυμήσαντές μοι πολλοὶ τοῦ πληρώματος ᾤχοντο ἀπολιπόντες τὴν ναῦν, οἱ μὲν εἰς τὴν ἤπειρον στρατευσόμενοι, οἱ δὲ εἰς τὰς Θασίων καὶ Μαρωνιτῶν ναῦς, μισθῷ μεγάλῳ πεισθέντες καὶ ἀργύριον πολὺ προλαβόντες καὶ ὑπὸ πολλῶν αὖ τῷ λόγῳ ἐξηπατημένοι.

---

Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg050.local001/.
