# πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 31

Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος, Section 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-21/31

ἔτι δὲ καὶ πίστιν αὐτῷ ἐπιθεὶς ἠθέλησα λογίσασθαι τὰ ἀνηλωμένα. προκαλουμένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι. ἐν δὲ τούτῳ ὑπηρέτης ἥκων παρὰ τοῦ στρατηγοῦ ἐμοὶ παρήγγελλεν ἀνάγεσθαι, οὐ τούτῳ τῷ διαδόχῳ, οὗ ἡ λῃτουργία ἤδη ἐγίγνετο· τούτου δὲ τὸ αἴτιον ἐγὼ ὑμᾶς προϊόντος τοῦ λόγου διδάξω. τότε μὲν οὖν μοι ἐδόκει ἀνάγεσθαι καὶ πλεῖν οἷ ἐκέλευεν·

---

Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg050.local001/.
