# πρὸς Σπουδίαν ὑπὲρ προικός 24

Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-22/24

ταῦτα μὲν τοίνυν Σπουδίας οὐδὲν ἧττον ἐμοῦ γιγνώσκων, ἀλλʼ οἶμαι μὲν καὶ ἀκριβέστερον, ὅσῳ καὶ πυκνότερον ἐνταυθοῖ παρέρχεται, πᾶσιν ἐναντία τοῖς πεπραγμένοις αὑτῷ λέγων οὐκ αἰσχύνεται. καίτοι πολλάκις ὑμεῖς ἓν μόνον σκευώρημα συνιδόντες, τούτῳ κατὰ τῶν ἄλλων τῶν ἐγκαλουμένων ἐχρήσασθε τεκμηρίῳ· τούτῳ δʼ ἅπανθʼ ὑφʼ αὑτοῦ συμβέβηκεν ἐξελέγχεσθαι. καί μοι λαβὲ τὴν μαρτυρίαν ὡς ὡμολογεῖτο τότε τὰ σημεῖα τῶν γραμμάτων ὑπὸ τῆς τούτου γυναικός, καὶ νῦν ὑπὸ Σπουδίου κατασημανθέντα κεῖται. ΜΑΡΤΥΡΙΑ.

---

Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg041.local001/.
